Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐς δ᾽ ἅλα πορφυρέην μεγάλα στενάχουσι ῥέουσαι
ἐξ ὀρέων ἐπικάρ , μινύθει δέ τε ἔργ᾽ ἀνθρώπων:
ὣς ἵπποι Τρῳαὶ μεγάλα στενάχοντο θέουσαι.
Πάτροκλος δ᾽ ἐπεὶ οὖν πρώτας ἐπέκερσε φάλαγγας,
395
ἂψ ἐπὶ νῆας ἔεργε παλιμπετές , οὐδὲ πόληος
εἴα ἱεμένους ἐπιβαινέμεν , ἀλλὰ μεσηγὺ
νηῶν καὶ ποταμοῦ καὶ τείχεος ὑψηλοῖο
κτεῖνε μεταΐσσων , πολέων δ᾽ ἀπετίνυτο ποινήν.
ἔνθ᾽ ἤτοι Πρόνοον πρῶτον βάλε δουρὶ φαεινῷ
400
στέρνον γυμνωθέντα παρ᾽ ἀσπίδα , λῦσε δὲ γυῖα:
δούπησεν δὲ πεσών : δὲ Θέστορα Ἤνοπος υἱὸν
δεύτερον ὁρμηθείς : μὲν εὐξέστῳ ἐνὶ δίφρῳ
ἧστο ἀλείς : ἐκ γὰρ πλήγη φρένας , ἐκ δ᾽ ἄρα χειρῶν
ἡνία ἠΐχθησαν : δ᾽ ἔγχεϊ νύξε παραστὰς
405
γναθμὸν δεξιτερόν , διὰ δ᾽ αὐτοῦ πεῖρεν ὀδόντων,
ἕλκε δὲ δουρὸς ἑλὼν ὑπὲρ ἄντυγος , ὡς ὅτε τις φὼς
πέτρῃ ἔπι προβλῆτι καθήμενος ἱερὸν ἰχθὺν
ἐκ πόντοιο θύραζε λίνῳ καὶ ἤνοπι χαλκῷ:
ὣς ἕλκ᾽ ἐκ δίφροιο κεχηνότα δουρὶ φαεινῷ,
410
κὰδ δ᾽ ἄρ᾽ ἐπὶ στόμ᾽ ἔωσε : πεσόντα δέ μιν λίπε θυμός.
αὐτὰρ ἔπειτ᾽ Ἐρύλαον ἐπεσσύμενον βάλε πέτρῳ
μέσσην κὰκ κεφαλήν : δ᾽ ἄνδιχα πᾶσα κεάσθη
ἐν κόρυθι βριαρῇ : δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίῃ
κάππεσεν , ἀμφὶ δέ μιν θάνατος χύτο θυμοραϊστής.
415
αὐτὰρ ἔπειτ᾽ Ἐρύμαντα καὶ Ἀμφοτερὸν καὶ Ἐπάλτην
Τληπόλεμόν τε Δαμαστορίδην Ἐχίον τε Πύριν τε
Ἰφέα τ᾽ Εὔιππόν τε καὶ Ἀργεάδην Πολύμηλον
πάντας ἐπασσυτέρους πέλασε χθονὶ πουλυβοτείρῃ.
Σαρπηδὼν δ᾽ ὡς οὖν ἴδ᾽ ἀμιτροχίτωνας ἑταίρους
420
χέρσ᾽ ὕπο Πατρόκλοιο Μενοιτιάδαο δαμέντας,