Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κέκλετ᾽ ἄρ᾽ ἀντιθέοισι καθαπτόμενος Λυκίοισιν:
αἰδὼς Λύκιοι : πόσε φεύγετε ; νῦν θοοὶ ἔστε.
ἀντήσω γὰρ ἐγὼ τοῦδ᾽ ἀνέρος , ὄφρα δαείω
ὅς τις ὅδε κρατέει καὶ δὴ κακὰ πολλὰ ἔοργε
425
Τρῶας , ἐπεὶ πολλῶν τε καὶ ἐσθλῶν γούνατ᾽ ἔλυσεν.
ῥα , καὶ ἐξ ὀχέων σὺν τεύχεσιν ἆλτο χαμᾶζε.
Πάτροκλος δ᾽ ἑτέρωθεν ἐπεὶ ἴδεν ἔκθορε δίφρου.
οἳ δ᾽ ὥς τ᾽ αἰγυπιοὶ γαμψώνυχες ἀγκυλοχεῖλαι
πέτρῃ ἐφ᾽ ὑψηλῇ μεγάλα κλάζοντε μάχωνται,
430
ὣς οἳ κεκλήγοντες ἐπ᾽ ἀλλήλοισιν ὄρουσαν.
τοὺς δὲ ἰδὼν ἐλέησε Κρόνου πάϊς ἀγκυλομήτεω,
Ἥρην δὲ προσέειπε κασιγνήτην ἄλοχόν τε:
μοι ἐγών , τέ μοι Σαρπηδόνα φίλτατον ἀνδρῶν
μοῖρ᾽ ὑπὸ Πατρόκλοιο Μενοιτιάδαο δαμῆναι.
435
διχθὰ δέ μοι κραδίη μέμονε φρεσὶν ὁρμαίνοντι,
μιν ζωὸν ἐόντα μάχης ἄπο δακρυοέσσης
θείω ἀναρπάξας Λυκίης ἐν πίονι δήμῳ,
ἤδη ὑπὸ χερσὶ Μενοιτιάδαο δαμάσσω.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα βοῶπις πότνια Ἥρη:
440
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
ἄνδρα θνητὸν ἐόντα πάλαι πεπρωμένον αἴσῃ
ἂψ ἐθέλεις θανάτοιο δυσηχέος ἐξαναλῦσαι;
ἔρδ᾽ : ἀτὰρ οὔ τοι πάντες ἐπαινέομεν θεοὶ ἄλλοι.
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
445
αἴ κε ζὼν πέμψῃς Σαρπηδόνα ὃν δὲ δόμον δέ,
φράζεο μή τις ἔπειτα θεῶν ἐθέλῃσι καὶ ἄλλος
πέμπειν ὃν φίλον υἱὸν ἀπὸ κρατερῆς ὑσμίνης:
πολλοὶ γὰρ περὶ ἄστυ μέγα Πριάμοιο μάχονται
υἱέες ἀθανάτων , τοῖσιν κότον αἰνὸν ἐνήσεις.
450
ἀλλ᾽ εἴ τοι φίλος ἐστί , τεὸν δ᾽ ὀλοφύρεται ἦτορ,