Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὅς οἱ καὶ τότε θυμὸν ἐνὶ στήθεσσιν ἀνῆκεν.
ἔνθα τίνα πρῶτον τίνα δ᾽ ὕστατον ἐξενάριξας
Πατρόκλεις , ὅτε δή σε θεοὶ θάνατον δὲ κάλεσσαν;
Ἄδρηστον μὲν πρῶτα καὶ Αὐτόνοον καὶ Ἔχεκλον
695
καὶ Πέριμον Μεγάδην καὶ Ἐπίστορα καὶ Μελάνιππον,
αὐτὰρ ἔπειτ᾽ Ἔλασον καὶ Μούλιον ἠδὲ Πυλάρτην:
τοὺς ἕλεν : οἳ δ᾽ ἄλλοι φύγαδε μνώοντο ἕκαστος.
ἔνθά κεν ὑψίπυλον Τροίην ἕλον υἷες Ἀχαιῶν
Πατρόκλου ὑπὸ χερσί , περὶ πρὸ γὰρ ἔγχεϊ θῦεν,
700
εἰ μὴ Ἀπόλλων Φοῖβος ἐϋδμήτου ἐπὶ πύργου
ἔστη τῷ ὀλοὰ φρονέων , Τρώεσσι δ᾽ ἀρήγων.
τρὶς μὲν ἐπ᾽ ἀγκῶνος βῆ τείχεος ὑψηλοῖο
Πάτροκλος , τρὶς δ᾽ αὐτὸν ἀπεστυφέλιξεν Ἀπόλλων
χείρεσσ᾽ ἀθανάτῃσι φαεινὴν ἀσπίδα νύσσων.
705
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα:
χάζεο διογενὲς Πατρόκλεες : οὔ νύ τοι αἶσα
σῷ ὑπὸ δουρὶ πόλιν πέρθαι Τρώων ἀγερώχων,
οὐδ᾽ ὑπ᾽ Ἀχιλλῆος , ὅς περ σέο πολλὸν ἀμείνων.
710
ὣς φάτο , Πάτροκλος δ᾽ ἀνεχάζετο πολλὸν ὀπίσσω
μῆνιν ἀλευάμενος ἑκατηβόλου Ἀπόλλωνος.
Ἕκτωρ δ᾽ ἐν Σκαιῇσι πύλῃς ἔχε μώνυχας ἵππους:
δίζε γὰρ ἠὲ μάχοιτο κατὰ κλόνον αὖτις ἐλάσσας,
λαοὺς ἐς τεῖχος ὁμοκλήσειεν ἀλῆναι.
715
ταῦτ᾽ ἄρα οἱ φρονέοντι παρίστατο Φοῖβος Ἀπόλλων
ἀνέρι εἰσάμενος αἰζηῷ τε κρατερῷ τε
Ἀσίῳ , ὃς μήτρως ἦν Ἕκτορος ἱπποδάμοιο
αὐτοκασίγνητος Ἑκάβης , υἱὸς δὲ Δύμαντος,
ὃς Φρυγίῃ ναίεσκε ῥοῇς ἔπι Σαγγαρίοιο:
720
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων: