Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Ἕκτορ τίπτε μάχης ἀποπαύεαι ; οὐδέ τί σε χρή.
αἴθ᾽ ὅσον ἥσσων εἰμί , τόσον σέο φέρτερος εἴην:
τώ κε τάχα στυγερῶς πολέμου ἀπερωήσειας.
ἀλλ᾽ ἄγε Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους,
725
αἴ κέν πώς μιν ἕλῃς , δώῃ δέ τοι εὖχος Ἀπόλλων.
ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
Κεβριόνῃ δ᾽ ἐκέλευσε δαΐφρονι φαίδιμος Ἕκτωρ
ἵππους ἐς πόλεμον πεπληγέμεν . αὐτὰρ Ἀπόλλων
δύσεθ᾽ ὅμιλον ἰών , ἐν δὲ κλόνον Ἀργείοισιν
730
ἧκε κακόν , Τρωσὶν δὲ καὶ Ἕκτορι κῦδος ὄπαζεν.
Ἕκτωρ δ᾽ ἄλλους μὲν Δαναοὺς ἔα οὐδ᾽ ἐνάριζεν:
αὐτὰρ Πατρόκλῳ ἔφεπε κρατερώνυχας ἵππους.
Πάτροκλος δ᾽ ἑτέρωθεν ἀφ᾽ ἵππων ἆλτο χαμᾶζε
σκαιῇ ἔγχος ἔχων : ἑτέρηφι δὲ λάζετο πέτρον
735
μάρμαρον ὀκριόεντα τόν οἱ περὶ χεὶρ ἐκάλυψεν,
ἧκε δ᾽ ἐρεισάμενος , οὐδὲ δὴν χάζετο φωτός,
οὐδ᾽ ἁλίωσε βέλος , βάλε δ᾽ Ἕκτορος ἡνιοχῆα
Κεβριόνην νόθον υἱὸν ἀγακλῆος Πριάμοιο
ἵππων ἡνί᾽ ἔχοντα μετώπιον ὀξέϊ λᾶϊ.
740
ἀμφοτέρας δ᾽ ὀφρῦς σύνελεν λίθος , οὐδέ οἱ ἔσχεν
ὀστέον , ὀφθαλμοὶ δὲ χαμαὶ πέσον ἐν κονίῃσιν
αὐτοῦ πρόσθε ποδῶν : δ᾽ ἄρ᾽ ἀρνευτῆρι ἐοικὼς
κάππεσ᾽ ἀπ᾽ εὐεργέος δίφρου , λίπε δ᾽ ὀστέα θυμός.
τὸν δ᾽ ἐπικερτομέων προσέφης Πατρόκλεες ἱππεῦ:
745
πόποι μάλ᾽ ἐλαφρὸς ἀνήρ , ὡς ῥεῖα κυβιστᾷ.
εἰ δή που καὶ πόντῳ ἐν ἰχθυόεντι γένοιτο,
πολλοὺς ἂν κορέσειεν ἀνὴρ ὅδε τήθεα διφῶν
νηὸς ἀποθρῴσκων , εἰ καὶ δυσπέμφελος εἴη,
ὡς νῦν ἐν πεδίῳ ἐξ ἵππων ῥεῖα κυβιστᾷ.
750
ῥα καὶ ἐν Τρώεσσι κυβιστητῆρες ἔασιν.