Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πρῶτ᾽ ἐλθὼν σὺν ὄχεσφι διδασκόμενος πολέμοιο:
ὅς τοι πρῶτος ἐφῆκε βέλος Πατρόκλεες ἱππεῦ
οὐδὲ δάμασσ᾽ : μὲν αὖτις ἀνέδραμε , μίκτο δ᾽ ὁμίλῳ,
ἐκ χροὸς ἁρπάξας δόρυ μείλινον , οὐδ᾽ ὑπέμεινε
815
Πάτροκλον γυμνόν περ ἐόντ᾽ ἐν δηϊοτῆτι.
Πάτροκλος δὲ θεοῦ πληγῇ καὶ δουρὶ δαμασθεὶς
ἂψ ἑτάρων εἰς ἔθνος ἐχάζετο κῆρ᾽ ἀλεείνων.
Ἕκτωρ δ᾽ ὡς εἶδεν Πατροκλῆα μεγάθυμον
ἂψ ἀναχαζόμενον βεβλημένον ὀξέϊ χαλκῷ,
820
ἀγχίμολόν ῥά οἱ ἦλθε κατὰ στίχας , οὖτα δὲ δουρὶ
νείατον ἐς κενεῶνα , διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
δούπησεν δὲ πεσών , μέγα δ᾽ ἤκαχε λαὸν Ἀχαιῶν:
ὡς δ᾽ ὅτε σῦν ἀκάμαντα λέων ἐβιήσατο χάρμῃ,
τ᾽ ὄρεος κορυφῇσι μέγα φρονέοντε μάχεσθον
825
πίδακος ἀμφ᾽ ὀλίγης : ἐθέλουσι δὲ πιέμεν ἄμφω:
πολλὰ δέ τ᾽ ἀσθμαίνοντα λέων ἐδάμασσε βίηφιν:
ὣς πολέας πεφνόντα Μενοιτίου ἄλκιμον υἱὸν
Ἕκτωρ Πριαμίδης σχεδὸν ἔγχεϊ θυμὸν ἀπηύρα,
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντα προσηύδα:
830
Πάτροκλ᾽ που ἔφησθα πόλιν κεραϊξέμεν ἁμήν,
Τρωϊάδας δὲ γυναῖκας ἐλεύθερον ἦμαρ ἀπούρας
ἄξειν ἐν νήεσσι φίλην ἐς πατρίδα γαῖαν
νήπιε : τάων δὲ πρόσθ᾽ Ἕκτορος ὠκέες ἵπποι
ποσσὶν ὀρωρέχαται πολεμίζειν : ἔγχεϊ δ᾽ αὐτὸς
835
Τρωσὶ φιλοπτολέμοισι μεταπρέπω , σφιν ἀμύνω
ἦμαρ ἀναγκαῖον : σὲ δέ τ᾽ ἐνθάδε γῦπες ἔδονται.
δείλ᾽ , οὐδέ τοι ἐσθλὸς ἐὼν χραίσμησεν Ἀχιλλεύς,
ὅς πού τοι μάλα πολλὰ μένων ἐπετέλλετ᾽ ἰόντι:
μή μοι πρὶν ἰέναι Πατρόκλεες ἱπποκέλευθε
840
νῆας ἔπι γλαφυρὰς πρὶν Ἕκτορος ἀνδροφόνοιο