Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἱματόεντα χιτῶνα περὶ στήθεσσι δαΐξαι.
ὥς πού σε προσέφη , σοὶ δὲ φρένας ἄφρονι πεῖθε.
τὸν δ᾽ ὀλιγοδρανέων προσέφης Πατρόκλεες ἱππεῦ:
ἤδη νῦν Ἕκτορ μεγάλ᾽ εὔχεο : σοὶ γὰρ ἔδωκε
845
νίκην Ζεὺς Κρονίδης καὶ Ἀπόλλων , οἵ με δάμασσαν
ῥηιδίως : αὐτοὶ γὰρ ἀπ᾽ ὤμων τεύχε᾽ ἕλοντο.
τοιοῦτοι δ᾽ εἴ πέρ μοι ἐείκοσιν ἀντεβόλησαν,
πάντές κ᾽ αὐτόθ᾽ ὄλοντο ἐμῷ ὑπὸ δουρὶ δαμέντες.
ἀλλά με μοῖρ᾽ ὀλοὴ καὶ Λητοῦς ἔκτανεν υἱός,
850
ἀνδρῶν δ᾽ Εὔφορβος : σὺ δέ με τρίτος ἐξεναρίζεις.
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσιν:
οὔ θην οὐδ᾽ αὐτὸς δηρὸν βέῃ , ἀλλά τοι ἤδη
ἄγχι παρέστηκεν θάνατος καὶ μοῖρα κραταιὴ
χερσὶ δαμέντ᾽ Ἀχιλῆος ἀμύμονος Αἰακίδαο.
855
ὣς ἄρα μιν εἰπόντα τέλος θανάτοιο κάλυψε:
ψυχὴ δ᾽ ἐκ ῥεθέων πταμένη Ἄϊδος δὲ βεβήκει
ὃν πότμον γοόωσα λιποῦσ᾽ ἀνδροτῆτα καὶ ἥβην.
τὸν καὶ τεθνηῶτα προσηύδα φαίδιμος Ἕκτωρ:
Πατρόκλεις τί νύ μοι μαντεύεαι αἰπὺν ὄλεθρον;
860
τίς δ᾽ οἶδ᾽ εἴ κ᾽ Ἀχιλεὺς Θέτιδος πάϊς ἠϋκόμοιο
φθήῃ ἐμῷ ὑπὸ δουρὶ τυπεὶς ἀπὸ θυμὸν ὀλέσσαι;
ὣς ἄρα φωνήσας δόρυ χάλκεον ἐξ ὠτειλῆς
εἴρυσε λὰξ προσβάς , τὸν δ᾽ ὕπτιον ὦσ᾽ ἀπὸ δουρός.
αὐτίκα δὲ ξὺν δουρὶ μετ᾽ Αὐτομέδοντα βεβήκει
865
ἀντίθεον θεράποντα ποδώκεος Αἰακίδαο:
ἵετο γὰρ βαλέειν : τὸν δ᾽ ἔκφερον ὠκέες ἵπποι
ἄμβροτοι , οὓς Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα.