Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
17
οὐδ᾽ ἔλαθ᾽ Ἀτρέος υἱὸν ἀρηΐφιλον Μενέλαον
Πάτροκλος Τρώεσσι δαμεὶς ἐν δηϊοτῆτι.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ,
ἀμφὶ δ᾽ ἄρ᾽ αὐτῷ βαῖν᾽ ὥς τις περὶ πόρτακι μήτηρ
5
πρωτοτόκος κινυρὴ οὐ πρὶν εἰδυῖα τόκοιο:
ὣς περὶ Πατρόκλῳ βαῖνε ξανθὸς Μενέλαος.
πρόσθε δέ οἱ δόρυ τ᾽ ἔσχε καὶ ἀσπίδα πάντοσ᾽ ἐΐσην,
τὸν κτάμεναι μεμαὼς ὅς τις τοῦ γ᾽ ἀντίος ἔλθοι.
οὐδ᾽ ἄρα Πάνθου υἱὸς ἐϋμμελίης ἀμέλησε
10
Πατρόκλοιο πεσόντος ἀμύμονος : ἄγχι δ᾽ ἄρ᾽ αὐτοῦ
ἔστη , καὶ προσέειπεν ἀρηΐφιλον Μενέλαον:
Ἀτρεΐδη Μενέλαε διοτρεφὲς ὄρχαμε λαῶν
χάζεο , λεῖπε δὲ νεκρόν , ἔα δ᾽ ἔναρα βροτόεντα:
οὐ γάρ τις πρότερος Τρώων κλειτῶν τ᾽ ἐπικούρων
15
Πάτροκλον βάλε δουρὶ κατὰ κρατερὴν ὑσμίνην:
τώ με ἔα κλέος ἐσθλὸν ἐνὶ Τρώεσσιν ἀρέσθαι,
μή σε βάλω , ἀπὸ δὲ μελιηδέα θυμὸν ἕλωμαι.
τὸν δὲ μέγ᾽ ὀχθήσας προσέφη ξανθὸς Μενέλαος:
Ζεῦ πάτερ οὐ μὲν καλὸν ὑπέρβιον εὐχετάασθαι.
20
οὔτ᾽ οὖν παρδάλιος τόσσον μένος οὔτε λέοντος
οὔτε συὸς κάπρου ὀλοόφρονος , οὗ τε μέγιστος
θυμὸς ἐνὶ στήθεσσι περὶ σθένεϊ βλεμεαίνει,
ὅσσον Πάνθου υἷες ἐϋμμελίαι φρονέουσιν.
οὐδὲ μὲν οὐδὲ βίη Ὑπερήνορος ἱπποδάμοιο
25
ἧς ἥβης ἀπόνηθ᾽ , ὅτε μ᾽ ὤνατο καί μ᾽ ὑπέμεινε
καί μ᾽ ἔφατ᾽ ἐν Δαναοῖσιν ἐλέγχιστον πολεμιστὴν
ἔμμεναι : οὐδέ φημι πόδεσσί γε οἷσι κιόντα
εὐφρῆναι ἄλοχόν τε φίλην κεδνούς τε τοκῆας.
ὥς θην καὶ σὸν ἐγὼ λύσω μένος εἴ κέ μευ ἄντα
30
στήῃς : ἀλλά σ᾽ ἔγωγ᾽ ἀναχωρήσαντα κελεύω