Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἐς πληθὺν ἰέναι , μηδ᾽ ἀντίος ἵστασ᾽ ἐμεῖο
πρίν τι κακὸν παθέειν : ῥεχθὲν δέ τε νήπιος ἔγνω.
ὣς φάτο , τὸν δ᾽ οὐ πεῖθεν : ἀμειβόμενος δὲ προσηύδα:
νῦν μὲν δὴ Μενέλαε διοτρεφὲς μάλα τείσεις
35
γνωτὸν ἐμὸν τὸν ἔπεφνες , ἐπευχόμενος δ᾽ ἀγορεύεις,
χήρωσας δὲ γυναῖκα μυχῷ θαλάμοιο νέοιο,
ἀρητὸν δὲ τοκεῦσι γόον καὶ πένθος ἔθηκας.
κέ σφιν δειλοῖσι γόου κατάπαυμα γενοίμην
εἴ κεν ἐγὼ κεφαλήν τε τεὴν καὶ τεύχε᾽ ἐνείκας
40
Πάνθῳ ἐν χείρεσσι βάλω καὶ Φρόντιδι δίῃ.
ἀλλ᾽ οὐ μὰν ἔτι δηρὸν ἀπείρητος πόνος ἔσται
οὐδ᾽ ἔτ᾽ ἀδήριτος ἤτ᾽ ἀλκῆς ἤτε φόβοιο.
ὣς εἰπὼν οὔτησε κατ᾽ ἀσπίδα πάντοσ᾽ ἐΐσην:
οὐδ᾽ ἔρρηξεν χαλκός , ἀνεγνάμφθη δέ οἱ αἰχμὴ
45
ἀσπίδ᾽ ἐνὶ κρατερῇ : δὲ δεύτερος ὄρνυτο χαλκῷ
Ἀτρεΐδης Μενέλαος ἐπευξάμενος Διὶ πατρί:
ἂψ δ᾽ ἀναχαζομένοιο κατὰ στομάχοιο θέμεθλα
νύξ᾽ , ἐπὶ δ᾽ αὐτὸς ἔρεισε βαρείῃ χειρὶ πιθήσας:
ἀντικρὺ δ᾽ ἁπαλοῖο δι᾽ αὐχένος ἤλυθ᾽ ἀκωκή,
50
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
αἵματί οἱ δεύοντο κόμαι Χαρίτεσσιν ὁμοῖαι
πλοχμοί θ᾽ , οἳ χρυσῷ τε καὶ ἀργύρῳ ἐσφήκωντο.
οἷον δὲ τρέφει ἔρνος ἀνὴρ ἐριθηλὲς ἐλαίης
χώρῳ ἐν οἰοπόλῳ , ὅθ᾽ ἅλις ἀναβέβροχεν ὕδωρ,
55
καλὸν τηλεθάον : τὸ δέ τε πνοιαὶ δονέουσι
παντοίων ἀνέμων , καί τε βρύει ἄνθεϊ λευκῷ:
ἐλθὼν δ᾽ ἐξαπίνης ἄνεμος σὺν λαίλαπι πολλῇ
βόθρου τ᾽ ἐξέστρεψε καὶ ἐξετάνυσσ᾽ ἐπὶ γαίῃ:
τοῖον Πάνθου υἱὸν ἐϋμμελίην Εὔφορβον
60
Ἀτρεΐδης Μενέλαος ἐπεὶ κτάνε τεύχε᾽ ἐσύλα.