Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὡς δ᾽ ὅτε τίς τε λέων ὀρεσίτροφος ἀλκὶ πεποιθὼς
βοσκομένης ἀγέλης βοῦν ἁρπάσῃ τις ἀρίστη:
τῆς δ᾽ ἐξ αὐχέν᾽ ἔαξε λαβὼν κρατεροῖσιν ὀδοῦσι
πρῶτον , ἔπειτα δέ θ᾽ αἷμα καὶ ἔγκατα πάντα λαφύσσει
65
δῃῶν : ἀμφὶ δὲ τόν γε κύνες τ᾽ ἄνδρές τε νομῆες
πολλὰ μάλ᾽ ἰύζουσιν ἀπόπροθεν οὐδ᾽ ἐθέλουσιν
ἀντίον ἐλθέμεναι : μάλα γὰρ χλωρὸν δέος αἱρεῖ:
ὣς τῶν οὔ τινι θυμὸς ἐνὶ στήθεσσιν ἐτόλμα
ἀντίον ἐλθέμεναι Μενελάου κυδαλίμοιο.
70
ἔνθά κε ῥεῖα φέροι κλυτὰ τεύχεα Πανθοΐδαο
Ἀτρεΐδης , εἰ μή οἱ ἀγάσσατο Φοῖβος Ἀπόλλων,
ὅς ῥά οἱ Ἕκτορ᾽ ἐπῶρσε θοῷ ἀτάλαντον Ἄρηϊ
ἀνέρι εἰσάμενος Κικόνων ἡγήτορι Μέντῃ:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
75
Ἕκτορ νῦν σὺ μὲν ὧδε θέεις ἀκίχητα διώκων
ἵππους Αἰακίδαο δαΐφρονος : οἳ δ᾽ ἀλεγεινοὶ
ἀνδράσι γε θνητοῖσι δαμήμεναι ἠδ᾽ ὀχέεσθαι
ἄλλῳ γ᾽ Ἀχιλῆϊ , τὸν ἀθανάτη τέκε μήτηρ.
τόφρα δέ τοι Μενέλαος ἀρήϊος Ἀτρέος υἱὸς
80
Πατρόκλῳ περιβὰς Τρώων τὸν ἄριστον ἔπεφνε
Πανθοΐδην Εὔφορβον , ἔπαυσε δὲ θούριδος ἀλκῆς.
ὣς εἰπὼν μὲν αὖτις ἔβη θεὸς ἂμ πόνον ἀνδρῶν,
Ἕκτορα δ᾽ αἰνὸν ἄχος πύκασε φρένας ἀμφὶ μελαίνας:
πάπτηνεν δ᾽ ἄρ᾽ ἔπειτα κατὰ στίχας , αὐτίκα δ᾽ ἔγνω
85
τὸν μὲν ἀπαινύμενον κλυτὰ τεύχεα , τὸν δ᾽ ἐπὶ γαίῃ
κείμενον : ἔρρει δ᾽ αἷμα κατ᾽ οὐταμένην ὠτειλήν.
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ
ὀξέα κεκλήγων φλογὶ εἴκελος Ἡφαίστοιο
ἀσβέστῳ : οὐδ᾽ υἱὸν λάθεν Ἀτρέος ὀξὺ βοήσας:
90
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν: