Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μοι ἐγὼν εἰ μέν κε λίπω κάτα τεύχεα καλὰ
Πάτροκλόν θ᾽ , ὃς κεῖται ἐμῆς ἕνεκ᾽ ἐνθάδε τιμῆς,
μή τίς μοι Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται.
εἰ δέ κεν Ἕκτορι μοῦνος ἐὼν καὶ Τρωσὶ μάχωμαι
95
αἰδεσθείς , μή πώς με περιστήωσ᾽ ἕνα πολλοί:
Τρῶας δ᾽ ἐνθάδε πάντας ἄγει κορυθαίολος Ἕκτωρ.
ἀλλὰ τί μοι ταῦτα φίλος διελέξατο θυμός;
ὁππότ᾽ ἀνὴρ ἐθέλῃ πρὸς δαίμονα φωτὶ μάχεσθαι
ὅν κε θεὸς τιμᾷ , τάχα οἱ μέγα πῆμα κυλίσθη.
100
τώ μ᾽ οὔ τις Δαναῶν νεμεσήσεται ὅς κεν ἴδηται
Ἕκτορι χωρήσαντ᾽ , ἐπεὶ ἐκ θεόφιν πολεμίζει.
εἰ δέ που Αἴαντός γε βοὴν ἀγαθοῖο πυθοίμην,
ἄμφω κ᾽ αὖτις ἰόντες ἐπιμνησαίμεθα χάρμης
καὶ πρὸς δαίμονά περ , εἴ πως ἐρυσαίμεθα νεκρὸν
105
Πηλεΐδῃ Ἀχιλῆϊ : κακῶν δέ κε φέρτατον εἴη.
εἷος ταῦθ᾽ ὅρμαινε κατὰ φρένα καὶ κατὰ θυμὸν
τόφρα δ᾽ ἐπὶ Τρώων στίχες ἤλυθον : ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.
αὐτὰρ γ᾽ ἐξοπίσω ἀνεχάζετο , λεῖπε δὲ νεκρὸν
ἐντροπαλιζόμενος ὥς τε λὶς ἠϋγένειος,
110
ὅν ῥα κύνες τε καὶ ἄνδρες ἀπὸ σταθμοῖο δίωνται
ἔγχεσι καὶ φωνῇ : τοῦ δ᾽ ἐν φρεσὶν ἄλκιμον ἦτορ
παχνοῦται , ἀέκων δέ τ᾽ ἔβη ἀπὸ μεσσαύλοιο:
ὣς ἀπὸ Πατρόκλοιο κίε ξανθὸς Μενέλαος.
στῆ δὲ μεταστρεφθεὶς ἐπεὶ ἵκετο ἔθνος ἑταίρων
115
παπταίνων Αἴαντα μέγαν Τελαμώνιον υἱόν.
τὸν δὲ μάλ᾽ αἶψ᾽ ἐνόησε μάχης ἐπ᾽ ἀριστερὰ πάσης
θαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι:
θεσπέσιον γάρ σφιν φόβον ἔμβαλε Φοῖβος Ἀπόλλων:
βῆ δὲ θέειν , εἶθαρ δὲ παριστάμενος ἔπος ηὔδα.
120
Αἶαν δεῦρο πέπον , περὶ Πατρόκλοιο θανόντος