Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δεινὸς ἐνυάλιος , πλῆσθεν δ᾽ ἄρα οἱ μέλε᾽ ἐντὸς
ἀλκῆς καὶ σθένεος : μετὰ δὲ κλειτοὺς ἐπικούρους
βῆ ῥα μέγα ἰάχων : ἰνδάλλετο δέ σφισι πᾶσι
τεύχεσι λαμπόμενος μεγαθύμου Πηλεΐωνος.
215
ὄτρυνεν δὲ ἕκαστον ἐποιχόμενος ἐπέεσσι
Μέσθλην τε Γλαῦκόν τε Μέδοντά τε Θερσίλοχόν τε
Ἀστεροπαῖόν τε Δεισήνορά θ᾽ Ἱππόθοόν τε
Φόρκυν τε Χρομίον τε καὶ Ἔννομον οἰωνιστήν:
τοὺς γ᾽ ἐποτρύνων ἔπεα πτερόεντα προσηύδα:
220
κέκλυτε μυρία φῦλα περικτιόνων ἐπικούρων:
οὐ γὰρ ἐγὼ πληθὺν διζήμενος οὐδὲ χατίζων
ἐνθάδ᾽ ἀφ᾽ ὑμετέρων πολίων ἤγειρα ἕκαστον,
ἀλλ᾽ ἵνα μοι Τρώων ἀλόχους καὶ νήπια τέκνα
προφρονέως ῥύοισθε φιλοπτολέμων ὑπ᾽ Ἀχαιῶν.
225
τὰ φρονέων δώροισι κατατρύχω καὶ ἐδωδῇ
λαούς , ὑμέτερον δὲ ἑκάστου θυμὸν ἀέξω.
τώ τις νῦν ἰθὺς τετραμμένος ἀπολέσθω
ἠὲ σαωθήτω : γὰρ πολέμου ὀαριστύς.
ὃς δέ κε Πάτροκλον καὶ τεθνηῶτά περ ἔμπης
230
Τρῶας ἐς ἱπποδάμους ἐρύσῃ , εἴξῃ δέ οἱ Αἴας,
ἥμισυ τῷ ἐνάρων ἀποδάσσομαι , ἥμισυ δ᾽ αὐτὸς
ἕξω ἐγώ : τὸ δέ οἱ κλέος ἔσσεται ὅσσον ἐμοί περ.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἰθὺς Δαναῶν βρίσαντες ἔβησαν
δούρατ᾽ ἀνασχόμενοι : μάλα δέ σφισιν ἔλπετο θυμὸς
235
νεκρὸν ὑπ᾽ Αἴαντος ἐρύειν Τελαμωνιάδαο
νήπιοι : τε πολέσσιν ἐπ᾽ αὐτῷ θυμὸν ἀπηύρα.
καὶ τότ᾽ ἄρ᾽ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον:
πέπον Μενέλαε διοτρεφὲς οὐκέτι νῶϊ
ἔλπομαι αὐτώ περ νοστησέμεν ἐκ πολέμοιο.
240
οὔ τι τόσον νέκυος περιδείδια Πατρόκλοιο,