Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὅς κε τάχα Τρώων κορέει κύνας ἠδ᾽ οἰωνούς,
ὅσσον ἐμῇ κεφαλῇ περιδείδια μή τι πάθῃσι,
καὶ σῇ , ἐπεὶ πολέμοιο νέφος περὶ πάντα καλύπτει
Ἕκτωρ , ἡμῖν δ᾽ αὖτ᾽ ἀναφαίνεται αἰπὺς ὄλεθρος.
245
ἀλλ᾽ ἄγ᾽ ἀριστῆας Δαναῶν κάλει , ἤν τις ἀκούσῃ.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
ἤϋσεν δὲ διαπρύσιον Δαναοῖσι γεγωνώς:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
οἵ τε παρ᾽ Ἀτρεΐδῃς Ἀγαμέμνονι καὶ Μενελάῳ
250
δήμια πίνουσιν καὶ σημαίνουσιν ἕκαστος
λαοῖς : ἐκ δὲ Διὸς τιμὴ καὶ κῦδος ὀπηδεῖ.
ἀργαλέον δέ μοί ἐστι διασκοπιᾶσθαι ἕκαστον
ἡγεμόνων : τόσση γὰρ ἔρις πολέμοιο δέδηεν:
ἀλλά τις αὐτὸς ἴτω , νεμεσιζέσθω δ᾽ ἐνὶ θυμῷ
255
Πάτροκλον Τρῳῇσι κυσὶν μέλπηθρα γενέσθαι.
ὣς ἔφατ᾽ , ὀξὺ δ᾽ ἄκουσεν Ὀϊλῆος ταχὺς Αἴας:
πρῶτος δ᾽ ἀντίος ἦλθε θέων ἀνὰ δηϊοτῆτα,
τὸν δὲ μετ᾽ Ἰδομενεὺς καὶ ὀπάων Ἰδομενῆος
Μηριόνης ἀτάλαντος Ἐνυαλίῳ ἀνδρειφόντῃ.
260
τῶν δ᾽ ἄλλων τίς κεν ᾗσι φρεσὶν οὐνόματ᾽ εἴποι,
ὅσσοι δὴ μετόπισθε μάχην ἤγειραν Ἀχαιῶν;
Τρῶες δὲ προὔτυψαν ἀολλέες : ἦρχε δ᾽ ἄρ᾽ Ἕκτωρ.
ὡς δ᾽ ὅτ᾽ ἐπὶ προχοῇσι διιπετέος ποταμοῖο
βέβρυχεν μέγα κῦμα ποτὶ ῥόον , ἀμφὶ δέ τ᾽ ἄκραι
265
ἠϊόνες βοόωσιν ἐρευγομένης ἁλὸς ἔξω,
τόσσῃ ἄρα Τρῶες ἰαχῇ ἴσαν . αὐτὰρ Ἀχαιοὶ
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ ἕνα θυμὸν ἔχοντες
φραχθέντες σάκεσιν χαλκήρεσιν : ἀμφὶ δ᾽ ἄρά σφι
λαμπρῇσιν κορύθεσσι Κρονίων ἠέρα πολλὴν
270
χεῦ᾽ , ἐπεὶ οὐδὲ Μενοιτιάδην ἔχθαιρε πάρος γε,