Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄφρα ζωὸς ἐὼν θεράπων ἦν Αἰακίδαο:
μίσησεν δ᾽ ἄρα μιν δηΐων κυσὶ κύρμα γενέσθαι
Τρῳῇσιν : τὼ καί οἱ ἀμυνέμεν ὦρσεν ἑταίρους.
ὦσαν δὲ πρότεροι Τρῶες ἑλίκωπας Ἀχαιούς:
275
νεκρὸν δὲ προλιπόντες ὑπέτρεσαν , οὐδέ τιν᾽ αὐτῶν
Τρῶες ὑπέρθυμοι ἕλον ἔγχεσιν ἱέμενοί περ,
ἀλλὰ νέκυν ἐρύοντο : μίνυνθα δὲ καὶ τοῦ Ἀχαιοὶ
μέλλον ἀπέσσεσθαι : μάλα γάρ σφεας ὦκ᾽ ἐλέλιξεν
Αἴας , ὃς περὶ μὲν εἶδος , περὶ δ᾽ ἔργα τέτυκτο
280
τῶν ἄλλων Δαναῶν μετ᾽ ἀμύμονα Πηλεΐωνα.
ἴθυσεν δὲ διὰ προμάχων συῒ εἴκελος ἀλκὴν
καπρίῳ , ὅς τ᾽ ἐν ὄρεσσι κύνας θαλερούς τ᾽ αἰζηοὺς
ῥηϊδίως ἐκέδασσεν , ἑλιξάμενος διὰ βήσσας:
ὣς υἱὸς Τελαμῶνος ἀγαυοῦ φαίδιμος Αἴας
285
ῥεῖα μετεισάμενος Τρώων ἐκέδασσε φάλαγγας
οἳ περὶ Πατρόκλῳ βέβασαν , φρόνεον δὲ μάλιστα
ἄστυ πότι σφέτερον ἐρύειν καὶ κῦδος ἀρέσθαι.
ἤτοι τὸν Λήθοιο Πελασγοῦ φαίδιμος υἱὸς
Ἱππόθοος ποδὸς ἕλκε κατὰ κρατερὴν ὑσμίνην
290
δησάμενος τελαμῶνι παρὰ σφυρὸν ἀμφὶ τένοντας
Ἕκτορι καὶ Τρώεσσι χαριζόμενος : τάχα δ᾽ αὐτῷ
ἦλθε κακόν , τό οἱ οὔ τις ἐρύκακεν ἱεμένων περ.
τὸν δ᾽ υἱὸς Τελαμῶνος ἐπαΐξας δι᾽ ὁμίλου
πλῆξ᾽ αὐτοσχεδίην κυνέης διὰ χαλκοπαρῄου:
295
ἤρικε δ᾽ ἱπποδάσεια κόρυς περὶ δουρὸς ἀκωκῇ
πληγεῖσ᾽ ἔγχεΐ τε μεγάλῳ καὶ χειρὶ παχείῃ,
ἐγκέφαλος δὲ παρ᾽ αὐλὸν ἀνέδραμεν ἐξ ὠτειλῆς
αἱματόεις : τοῦ δ᾽ αὖθι λύθη μένος , ἐκ δ᾽ ἄρα χειρῶν
Πατρόκλοιο πόδα μεγαλήτορος ἧκε χαμᾶζε
300
κεῖσθαι : δ᾽ ἄγχ᾽ αὐτοῖο πέσε πρηνὴς ἐπὶ νεκρῷ