Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῆλ᾽ ἀπὸ Λαρίσης ἐριβώλακος , οὐδὲ τοκεῦσι
θρέπτρα φίλοις ἀπέδωκε , μινυνθάδιος δέ οἱ αἰὼν
ἔπλεθ᾽ ὑπ᾽ Αἴαντος μεγαθύμου δουρὶ δαμέντι.
Ἕκτωρ δ᾽ αὖτ᾽ Αἴαντος ἀκόντισε δουρὶ φαεινῷ:
305
ἀλλ᾽ μὲν ἄντα ἰδὼν ἠλεύατο χάλκεον ἔγχος
τυτθόν : δὲ Σχεδίον μεγαθύμου Ἰφίτου υἱὸν
Φωκήων ὄχ᾽ ἄριστον , ὃς ἐν κλειτῷ Πανοπῆϊ
οἰκία ναιετάασκε πολέσσ᾽ ἄνδρεσσιν ἀνάσσων,
τὸν βάλ᾽ ὑπὸ κληῗδα μέσην : διὰ δ᾽ ἀμπερὲς ἄκρη
310
αἰχμὴ χαλκείη παρὰ νείατον ὦμον ἀνέσχε:
δούπησεν δὲ πεσών , ἀράβησε δὲ τεύχε᾽ ἐπ᾽ αὐτῷ.
Αἴας δ᾽ αὖ Φόρκυνα δαΐφρονα Φαίνοπος υἱὸν
Ἱπποθόῳ περιβάντα μέσην κατὰ γαστέρα τύψε:
ῥῆξε δὲ θώρηκος γύαλον , διὰ δ᾽ ἔντερα χαλκὸς
315
ἤφυσ᾽ : δ᾽ ἐν κονίῃσι πεσὼν ἕλε γαῖαν ἀγοστῷ.
χώρησαν δ᾽ ὑπό τε πρόμαχοι καὶ φαίδιμος Ἕκτωρ:
Ἀργεῖοι δὲ μέγα ἴαχον , ἐρύσαντο δὲ νεκροὺς
Φόρκυν θ᾽ Ἱππόθοόν τε , λύοντο δὲ τεύχε᾽ ἀπ᾽ ὤμων.
ἔνθά κεν αὖτε Τρῶες ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
320
Ἴλιον εἰσανέβησαν ἀναλκείῃσι δαμέντες,
Ἀργεῖοι δέ κε κῦδος ἕλον καὶ ὑπὲρ Διὸς αἶσαν
κάρτεϊ καὶ σθένεϊ σφετέρῳ : ἀλλ᾽ αὐτὸς Ἀπόλλων
Αἰνείαν ὄτρυνε δέμας Περίφαντι ἐοικὼς
κήρυκι Ἠπυτίδῃ , ὅς οἱ παρὰ πατρὶ γέροντι
325
κηρύσσων γήρασκε φίλα φρεσὶ μήδεα εἰδώς:
τῷ μιν ἐεισάμενος προσέφη Διὸς υἱὸς Ἀπόλλων:
Αἰνεία πῶς ἂν καὶ ὑπὲρ θεὸν εἰρύσσαισθε
Ἴλιον αἰπεινήν ; ὡς δὴ ἴδον ἀνέρας ἄλλους
κάρτεΐ τε σθένεΐ τε πεποιθότας ἠνορέῃ τε
330
πλήθεΐ τε σφετέρῳ καὶ ὑπερδέα δῆμον ἔχοντας: