Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἡμῖν δὲ Ζεὺς μὲν πολὺ βούλεται Δαναοῖσι
νίκην : ἀλλ᾽ αὐτοὶ τρεῖτ᾽ ἄσπετον οὐδὲ μάχεσθε.
ὣς ἔφατ᾽ , Αἰνείας δ᾽ ἑκατηβόλον Ἀπόλλωνα
ἔγνω ἐς ἄντα ἰδών , μέγα δ᾽ Ἕκτορα εἶπε βοήσας:
335
Ἕκτόρ τ᾽ ἠδ᾽ ἄλλοι Τρώων ἀγοὶ ἠδ᾽ ἐπικούρων
αἰδὼς μὲν νῦν ἥδε γ᾽ ἀρηϊφίλων ὑπ᾽ Ἀχαιῶν
Ἴλιον εἰσαναβῆναι ἀναλκείῃσι δαμέντας.
ἀλλ᾽ ἔτι γάρ τίς φησι θεῶν ἐμοὶ ἄγχι παραστὰς
Ζῆν᾽ ὕπατον μήστωρα μάχης ἐπιτάρροθον εἶναι:
340
τώ ῥ᾽ ἰθὺς Δαναῶν ἴομεν , μηδ᾽ οἵ γε ἕκηλοι
Πάτροκλον νηυσὶν πελασαίατο τεθνηῶτα.
ὣς φάτο , καί ῥα πολὺ προμάχων ἐξάλμενος ἔστη:
οἳ δ᾽ ἐλελίχθησαν καὶ ἐναντίοι ἔσταν Ἀχαιῶν.
ἔνθ᾽ αὖτ᾽ Αἰνείας Λειώκριτον οὔτασε δουρὶ
345
υἱὸν Ἀρίσβαντος Λυκομήδεος ἐσθλὸν ἑταῖρον.
τὸν δὲ πεσόντ᾽ ἐλέησεν ἀρηΐφιλος Λυκομήδης,
στῆ δὲ μάλ᾽ ἐγγὺς ἰών , καὶ ἀκόντισε δουρὶ φαεινῷ,
καὶ βάλεν Ἱππασίδην Ἀπισάονα ποιμένα λαῶν
ἧπαρ ὑπὸ πραπίδων , εἶθαρ δ᾽ ὑπὸ γούνατ᾽ ἔλυσεν,
350
ὅς ῥ᾽ ἐκ Παιονίης ἐριβώλακος εἰληλούθει,
καὶ δὲ μετ᾽ Ἀστεροπαῖον ἀριστεύεσκε μάχεσθαι.
τὸν δὲ πεσόντ᾽ ἐλέησεν ἀρήϊος Ἀστεροπαῖος,
ἴθυσεν δὲ καὶ πρόφρων Δαναοῖσι μάχεσθαι:
ἀλλ᾽ οὔ πως ἔτι εἶχε : σάκεσσι γὰρ ἔρχατο πάντῃ
355
ἑσταότες περὶ Πατρόκλῳ , πρὸ δὲ δούρατ᾽ ἔχοντο.
Αἴας γὰρ μάλα πάντας ἐπῴχετο πολλὰ κελεύων:
οὔτέ τιν᾽ ἐξοπίσω νεκροῦ χάζεσθαι ἀνώγει
οὔτέ τινα προμάχεσθαι Ἀχαιῶν ἔξοχον ἄλλων,
ἀλλὰ μάλ᾽ ἀμφ᾽ αὐτῷ βεβάμεν , σχεδόθεν δὲ μάχεσθαι.
360
ὣς Αἴας ἐπέτελλε πελώριος , αἵματι δὲ χθὼν