Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δεύετο πορφυρέῳ , τοὶ δ᾽ ἀγχιστῖνοι ἔπιπτον
νεκροὶ ὁμοῦ Τρώων καὶ ὑπερμενέων ἐπικούρων
καὶ Δαναῶν : οὐδ᾽ οἳ γὰρ ἀναιμωτί γε μάχοντο,
παυρότεροι δὲ πολὺ φθίνυθον : μέμνηντο γὰρ αἰεὶ
365
ἀλλήλοις ἀν᾽ ὅμιλον ἀλεξέμεναι φόνον αἰπύν.
ὣς οἳ μὲν μάρναντο δέμας πυρός , οὐδέ κε φαίης
οὔτέ ποτ᾽ ἠέλιον σῶν ἔμμεναι οὔτε σελήνην:
ἠέρι γὰρ κατέχοντο μάχης ἐπί θ᾽ ὅσσον ἄριστοι
ἕστασαν ἀμφὶ Μενοιτιάδῃ κατατεθνηῶτι.
370
οἳ δ᾽ ἄλλοι Τρῶες καὶ ἐϋκνήμιδες Ἀχαιοὶ
εὔκηλοι πολέμιζον ὑπ᾽ αἰθέρι , πέπτατο δ᾽ αὐγὴ
ἠελίου ὀξεῖα , νέφος δ᾽ οὐ φαίνετο πάσης
γαίης οὐδ᾽ ὀρέων : μεταπαυόμενοι δὲ μάχοντο
ἀλλήλων ἀλεείνοντες βέλεα στονόεντα
375
πολλὸν ἀφεσταότες . τοὶ δ᾽ ἐν μέσῳ ἄλγε᾽ ἔπασχον
ἠέρι καὶ πολέμῳ , τείροντο δὲ νηλέϊ χαλκῷ
ὅσσοι ἄριστοι ἔσαν : δύο δ᾽ οὔ πω φῶτε πεπύσθην
ἀνέρε κυδαλίμω Θρασυμήδης Ἀντίλοχός τε
Πατρόκλοιο θανόντος ἀμύμονος , ἀλλ᾽ ἔτ᾽ ἔφαντο
380
ζωὸν ἐνὶ πρώτῳ ὁμάδῳ Τρώεσσι μάχεσθαι.
τὼ δ᾽ ἐπιοσσομένω θάνατον καὶ φύζαν ἑταίρων
νόσφιν ἐμαρνάσθην , ἐπεὶ ὣς ἐπετέλλετο Νέστωρ
ὀτρύνων πόλεμον δὲ μελαινάων ἀπὸ νηῶν.
τοῖς δὲ πανημερίοις ἔριδος μέγα νεῖκος ὀρώρει
385
ἀργαλέης : καμάτῳ δὲ καὶ ἱδρῷ νωλεμὲς αἰεὶ
γούνατά τε κνῆμαί τε πόδες θ᾽ ὑπένερθεν ἑκάστου
χεῖρές τ᾽ ὀφθαλμοί τε παλάσσετο μαρναμένοιιν
ἀμφ᾽ ἀγαθὸν θεράποντα ποδώκεος Αἰακίδαο.
ὡς δ᾽ ὅτ᾽ ἀνὴρ ταύροιο βοὸς μεγάλοιο βοείην
390
λαοῖσιν δώῃ τανύειν μεθύουσαν ἀλοιφῇ: