Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δεξάμενοι δ᾽ ἄρα τοί γε διαστάντες τανύουσι
κυκλόσ᾽ , ἄφαρ δέ τε ἰκμὰς ἔβη , δύνει δέ τ᾽ ἀλοιφὴ
πολλῶν ἑλκόντων , τάνυται δέ τε πᾶσα διὰ πρό:
ὣς οἵ γ᾽ ἔνθα καὶ ἔνθα νέκυν ὀλίγῃ ἐνὶ χώρῃ
395
εἵλκεον ἀμφότεροι : μάλα δέ σφισιν ἔλπετο θυμὸς
Τρωσὶν μὲν ἐρύειν προτὶ Ἴλιον , αὐτὰρ Ἀχαιοῖς
νῆας ἔπι γλαφυράς : περὶ δ᾽ αὐτοῦ μῶλος ὀρώρει
ἄγριος : οὐδέ κ᾽ Ἄρης λαοσσόος οὐδέ κ᾽ Ἀθήνη
τόν γε ἰδοῦσ᾽ ὀνόσαιτ᾽ , οὐδ᾽ εἰ μάλα μιν χόλος ἵκοι:
400
τοῖον Ζεὺς ἐπὶ Πατρόκλῳ ἀνδρῶν τε καὶ ἵππων
ἤματι τῷ ἐτάνυσσε κακὸν πόνον : οὐδ᾽ ἄρα πώ τι
ᾔδεε Πάτροκλον τεθνηότα δῖος Ἀχιλλεύς:
πολλὸν γὰρ ῥ᾽ ἀπάνευθε νεῶν μάρναντο θοάων
τείχει ὕπο Τρώων : τό μιν οὔ ποτε ἔλπετο θυμῷ
405
τεθνάμεν , ἀλλὰ ζωὸν ἐνιχριμφθέντα πύλῃσιν
ἂψ ἀπονοστήσειν , ἐπεὶ οὐδὲ τὸ ἔλπετο πάμπαν
ἐκπέρσειν πτολίεθρον ἄνευ ἕθεν , οὐδὲ σὺν αὐτῷ:
πολλάκι γὰρ τό γε μητρὸς ἐπεύθετο νόσφιν ἀκούων,
οἱ ἀπαγγέλλεσκε Διὸς μεγάλοιο νόημα.
410
δὴ τότε γ᾽ οὔ οἱ ἔειπε κακὸν τόσον ὅσσον ἐτύχθη
μήτηρ , ὅττί ῥά οἱ πολὺ φίλτατος ὤλεθ᾽ ἑταῖρος.
οἳ δ᾽ αἰεὶ περὶ νεκρὸν ἀκαχμένα δούρατ᾽ ἔχοντες
νωλεμὲς ἐγχρίμπτοντο καὶ ἀλλήλους ἐνάριζον:
ὧδε δέ τις εἴπεσκεν Ἀχαιῶν χαλκοχιτώνων:
415
φίλοι οὐ μὰν ἧμιν ἐϋκλεὲς ἀπονέεσθαι
νῆας ἔπι γλαφυράς , ἀλλ᾽ αὐτοῦ γαῖα μέλαινα
πᾶσι χάνοι : τό κεν ἧμιν ἄφαρ πολὺ κέρδιον εἴη
εἰ τοῦτον Τρώεσσι μεθήσομεν ἱπποδάμοισιν
ἄστυ πότι σφέτερον ἐρύσαι καὶ κῦδος ἀρέσθαι.
420
ὣς δέ τις αὖ Τρώων μεγαθύμων αὐδήσασκεν: