Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
θῆκ᾽ , ἂν δ᾽ αὐτὸς ἔβαινε πόδας καὶ χεῖρας ὕπερθεν
αἱματόεις ὥς τίς τε λέων κατὰ ταῦρον ἐδηδώς.
ἂψ δ᾽ ἐπὶ Πατρόκλῳ τέτατο κρατερὴ ὑσμίνη
ἀργαλέη πολύδακρυς , ἔγειρε δὲ νεῖκος Ἀθήνη
545
οὐρανόθεν καταβᾶσα : προῆκε γὰρ εὐρύοπα Ζεὺς
ὀρνύμεναι Δαναούς : δὴ γὰρ νόος ἐτράπετ᾽ αὐτοῦ.
ἠΰτε πορφυρέην ἶριν θνητοῖσι τανύσσῃ
Ζεὺς ἐξ οὐρανόθεν τέρας ἔμμεναι πολέμοιο
καὶ χειμῶνος δυσθαλπέος , ὅς ῥά τε ἔργων
550
ἀνθρώπους ἀνέπαυσεν ἐπὶ χθονί , μῆλα δὲ κήδει,
ὣς πορφυρέῃ νεφέλῃ πυκάσασα αὐτὴν
δύσετ᾽ Ἀχαιῶν ἔθνος , ἔγειρε δὲ φῶτα ἕκαστον.
πρῶτον δ᾽ Ἀτρέος υἱὸν ἐποτρύνουσα προσηύδα
ἴφθιμον Μενέλαον : γάρ ῥά οἱ ἐγγύθεν ἦεν:
555
εἰσαμένη Φοίνικι δέμας καὶ ἀτειρέα φωνήν:
σοὶ μὲν δὴ Μενέλαε κατηφείη καὶ ὄνειδος
ἔσσεται εἴ κ᾽ Ἀχιλῆος ἀγαυοῦ πιστὸν ἑταῖρον
τείχει ὕπο Τρώων ταχέες κύνες ἑλκήσουσιν.
ἀλλ᾽ ἔχεο κρατερῶς , ὄτρυνε δὲ λαὸν ἅπαντα.
560
τὴν δ᾽ αὖτε προσέειπε βοὴν ἀγαθὸς Μενέλαος:
Φοῖνιξ ἄττα γεραιὲ παλαιγενές , εἰ γὰρ Ἀθήνη
δοίη κάρτος ἐμοί , βελέων δ᾽ ἀπερύκοι ἐρωήν:
τώ κεν ἔγωγ᾽ ἐθέλοιμι παρεστάμεναι καὶ ἀμύνειν
Πατρόκλῳ : μάλα γάρ με θανὼν ἐσεμάσσατο θυμόν.
565
ἀλλ᾽ Ἕκτωρ πυρὸς αἰνὸν ἔχει μένος , οὐδ᾽ ἀπολήγει
χαλκῷ δηϊόων : τῷ γὰρ Ζεὺς κῦδος ὀπάζει.
ὣς φάτο , γήθησεν δὲ θεὰ γλαυκῶπις Ἀθήνη,
ὅττί ῥά οἱ πάμπρωτα θεῶν ἠρήσατο πάντων.
ἐν δὲ βίην ὤμοισι καὶ ἐν γούνεσσιν ἔθηκε,
570
καί οἱ μυίης θάρσος ἐνὶ στήθεσσιν ἐνῆκεν,