Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τε καὶ ἐργομένη μάλα περ χροὸς ἀνδρομέοιο
ἰσχανάᾳ δακέειν , λαρόν τέ οἱ αἷμ᾽ ἀνθρώπου:
τοίου μιν θάρσευς πλῆσε φρένας ἀμφὶ μελαίνας,
βῆ δ᾽ ἐπὶ Πατρόκλῳ , καὶ ἀκόντισε δουρὶ φαεινῷ.
575
ἔσκε δ᾽ ἐνὶ Τρώεσσι Ποδῆς υἱὸς Ἠετίωνος
ἀφνειός τ᾽ ἀγαθός τε : μάλιστα δέ μιν τίεν Ἕκτωρ
δήμου , ἐπεί οἱ ἑταῖρος ἔην φίλος εἰλαπιναστής:
τόν ῥα κατὰ ζωστῆρα βάλε ξανθὸς Μενέλαος
ἀΐξαντα φόβον δέ , διὰ πρὸ δὲ χαλκὸν ἔλασσε:
580
δούπησεν δὲ πεσών : ἀτὰρ Ἀτρεΐδης Μενέλαος
νεκρὸν ὑπ᾽ ἐκ Τρώων ἔρυσεν μετὰ ἔθνος ἑταίρων.
Ἕκτορα δ᾽ ἐγγύθεν ἱστάμενος ὄτρυνεν Ἀπόλλων
Φαίνοπι Ἀσιάδῃ ἐναλίγκιος , ὅς οἱ ἁπάντων
ξείνων φίλτατος ἔσκεν Ἀβυδόθι οἰκία ναίων:
585
τῷ μιν ἐεισάμενος προσέφη ἑκάεργος Ἀπόλλων:
Ἕκτορ τίς κέ σ᾽ ἔτ᾽ ἄλλος Ἀχαιῶν ταρβήσειεν;
οἷον δὴ Μενέλαον ὑπέτρεσας , ὃς τὸ πάρος γε
μαλθακὸς αἰχμητής : νῦν δ᾽ οἴχεται οἶος ἀείρας
νεκρὸν ὑπ᾽ ἐκ Τρώων , σὸν δ᾽ ἔκτανε πιστὸν ἑταῖρον
590
ἐσθλὸν ἐνὶ προμάχοισι Ποδῆν υἱὸν Ἠετίωνος.
ὣς φάτο , τὸν δ᾽ ἄχεος νεφέλη ἐκάλυψε μέλαινα,
βῆ δὲ διὰ προμάχων κεκορυθμένος αἴθοπι χαλκῷ.
καὶ τότ᾽ ἄρα Κρονίδης ἕλετ᾽ αἰγίδα θυσσανόεσσαν
μαρμαρέην , Ἴδην δὲ κατὰ νεφέεσσι κάλυψεν,
595
ἀστράψας δὲ μάλα μεγάλ᾽ ἔκτυπε , τὴν δὲ τίναξε,
νίκην δὲ Τρώεσσι δίδου , ἐφόβησε δ᾽ Ἀχαιούς.
πρῶτος Πηνέλεως Βοιώτιος ἦρχε φόβοιο.
βλῆτο γὰρ ὦμον δουρὶ πρόσω τετραμμένος αἰεὶ
ἄκρον ἐπιλίγδην : γράψεν δέ οἱ ὀστέον ἄχρις
600
αἰχμὴ Πουλυδάμαντος : γάρ ῥ᾽ ἔβαλε σχεδὸν ἐλθών.