Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
Λήϊτον αὖθ᾽ Ἕκτωρ σχεδὸν οὔτασε χεῖρ᾽ ἐπὶ καρπῷ
υἱὸν Ἀλεκτρυόνος μεγαθύμου , παῦσε δὲ χάρμης:
τρέσσε δὲ παπτήνας , ἐπεὶ οὐκέτι ἔλπετο θυμῷ
ἔγχος ἔχων ἐν χειρὶ μαχήσεσθαι Τρώεσσιν.
605
Ἕκτορα δ᾽ Ἰδομενεὺς μετὰ Λήϊτον ὁρμηθέντα
βεβλήκει θώρηκα κατὰ στῆθος παρὰ μαζόν:
ἐν καυλῷ δ᾽ ἐάγη δολιχὸν δόρυ , τοὶ δὲ βόησαν
Τρῶες : δ᾽ Ἰδομενῆος ἀκόντισε Δευκαλίδαο
δίφρῳ ἐφεσταότος : τοῦ μέν ῥ᾽ ἀπὸ τυτθὸν ἅμαρτεν:
610
αὐτὰρ Μηριόναο ὀπάονά θ᾽ ἡνίοχόν τε
Κοίρανον , ὅς ῥ᾽ ἐκ Λύκτου ἐϋκτιμένης ἕπετ᾽ αὐτῷ:
πεζὸς γὰρ τὰ πρῶτα λιπὼν νέας ἀμφιελίσσας
ἤλυθε , καί κε Τρωσὶ μέγα κράτος ἐγγυάλιξεν,
εἰ μὴ Κοίρανος ὦκα ποδώκεας ἤλασεν ἵππους:
615
καὶ τῷ μὲν φάος ἦλθεν , ἄμυνε δὲ νηλεὲς ἦμαρ,
αὐτὸς δ᾽ ὤλεσε θυμὸν ὑφ᾽ Ἕκτορος ἀνδροφόνοιο:
τὸν βάλ᾽ ὑπὸ γναθμοῖο καὶ οὔατος , ἐκ δ᾽ ἄρ᾽ ὀδόντας
ὦσε δόρυ πρυμνόν , διὰ δὲ γλῶσσαν τάμε μέσσην.
ἤριπε δ᾽ ἐξ ὀχέων , κατὰ δ᾽ ἡνία χεῦεν ἔραζε.
620
καὶ τά γε Μηριόνης ἔλαβεν χείρεσσι φίλῃσι
κύψας ἐκ πεδίοιο , καὶ Ἰδομενῆα προσηύδα:
μάστιε νῦν εἷός κε θοὰς ἐπὶ νῆας ἵκηαι:
γιγνώσκεις δὲ καὶ αὐτὸς τ᾽ οὐκέτι κάρτος Ἀχαιῶν.
ὣς ἔφατ᾽ , Ἰδομενεὺς δ᾽ ἵμασεν καλλίτριχας ἵππους
625
νῆας ἔπι γλαφυράς : δὴ γὰρ δέος ἔμπεσε θυμῷ.
οὐδ᾽ ἔλαθ᾽ Αἴαντα μεγαλήτορα καὶ Μενέλαον
Ζεύς , ὅτε δὴ Τρώεσσι δίδου ἑτεραλκέα νίκην.
τοῖσι δὲ μύθων ἦρχε μέγας Τελαμώνιος Αἴας:
πόποι ἤδη μέν κε καὶ ὃς μάλα νήπιός ἐστι
630
γνοίη ὅτι Τρώεσσι πατὴρ Ζεὺς αὐτὸς ἀρήγει.