Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τῶν μὲν γὰρ πάντων βέλε᾽ ἅπτεται ὅς τις ἀφήῃ
κακὸς ἀγαθός : Ζεὺς δ᾽ ἔμπης πάντ᾽ ἰθύνει:
ἡμῖν δ᾽ αὔτως πᾶσιν ἐτώσια πίπτει ἔραζε.
ἀλλ᾽ ἄγετ᾽ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
635
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν , ἠδὲ καὶ αὐτοὶ
χάρμα φίλοις ἑτάροισι γενώμεθα νοστήσαντες,
οἵ που δεῦρ᾽ ὁρόωντες ἀκηχέδατ᾽ , οὐδ᾽ ἔτι φασὶν
Ἕκτορος ἀνδροφόνοιο μένος καὶ χεῖρας ἀάπτους
σχήσεσθ᾽ , ἀλλ᾽ ἐν νηυσὶ μελαίνῃσιν πεσέεσθαι.
640
εἴη δ᾽ ὅς τις ἑταῖρος ἀπαγγείλειε τάχιστα
Πηλεΐδῃ , ἐπεὶ οὔ μιν ὀΐομαι οὐδὲ πεπύσθαι
λυγρῆς ἀγγελίης , ὅτι οἱ φίλος ὤλεθ᾽ ἑταῖρος.
ἀλλ᾽ οὔ πῃ δύναμαι ἰδέειν τοιοῦτον Ἀχαιῶν:
ἠέρι γὰρ κατέχονται ὁμῶς αὐτοί τε καὶ ἵπποι.
645
Ζεῦ πάτερ ἀλλὰ σὺ ῥῦσαι ὑπ᾽ ἠέρος υἷας Ἀχαιῶν,
ποίησον δ᾽ αἴθρην , δὸς δ᾽ ὀφθαλμοῖσιν ἰδέσθαι:
ἐν δὲ φάει καὶ ὄλεσσον , ἐπεί νύ τοι εὔαδεν οὕτως.
ὣς φάτο , τὸν δὲ πατὴρ ὀλοφύρατο δάκρυ χέοντα:
αὐτίκα δ᾽ ἠέρα μὲν σκέδασεν καὶ ἀπῶσεν ὀμίχλην,
650
ἠέλιος δ᾽ ἐπέλαμψε , μάχη δ᾽ ἐπὶ πᾶσα φαάνθη:
καὶ τότ᾽ ἄρ᾽ Αἴας εἶπε βοὴν ἀγαθὸν Μενέλαον:
σκέπτεο νῦν Μενέλαε διοτρεφὲς αἴ κεν ἴδηαι
ζωὸν ἔτ᾽ Ἀντίλοχον μεγαθύμου Νέστορος υἱόν,
ὄτρυνον δ᾽ Ἀχιλῆϊ δαΐφρονι θᾶσσον ἰόντα
655
εἰπεῖν ὅττι ῥά οἱ πολὺ φίλτατος ὤλεθ᾽ ἑταῖρος.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησε βοὴν ἀγαθὸς Μενέλαος,
βῆ δ᾽ ἰέναι ὥς τίς τε λέων ἀπὸ μεσσαύλοιο,
ὅς τ᾽ ἐπεὶ ἄρ κε κάμῃσι κύνας τ᾽ ἄνδρας τ᾽ ἐρεθίζων,
οἵ τέ μιν οὐκ εἰῶσι βοῶν ἐκ πῖαρ ἑλέσθαι
660
πάννυχοι ἐγρήσσοντες : δὲ κρειῶν ἐρατίζων