Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἰθύει , ἀλλ᾽ οὔ τι πρήσσει : θαμέες γὰρ ἄκοντες
ἀντίον ἀΐσσουσι θρασειάων ἀπὸ χειρῶν,
καιόμεναί τε δεταί , τάς τε τρεῖ ἐσσύμενός περ:
ἠῶθεν δ᾽ ἀπονόσφιν ἔβη τετιηότι θυμῷ:
665
ὣς ἀπὸ Πατρόκλοιο βοὴν ἀγαθὸς Μενέλαος
ἤϊε πόλλ᾽ ἀέκων : περὶ γὰρ δίε μή μιν Ἀχαιοὶ
ἀργαλέου πρὸ φόβοιο ἕλωρ δηΐοισι λίποιεν.
πολλὰ δὲ Μηριόνῃ τε καὶ Αἰάντεσσ᾽ ἐπέτελλεν:
Αἴαντ᾽ Ἀργείων ἡγήτορε Μηριόνη τε
670
νῦν τις ἐνηείης Πατροκλῆος δειλοῖο
μνησάσθω : πᾶσιν γὰρ ἐπίστατο μείλιχος εἶναι
ζωὸς ἐών : νῦν αὖ θάνατος καὶ μοῖρα κιχάνει.
ὣς ἄρα φωνήσας ἀπέβη ξανθὸς Μενέλαος,
πάντοσε παπταίνων ὥς τ᾽ αἰετός , ὅν ῥά τέ φασιν
675
ὀξύτατον δέρκεσθαι ὑπουρανίων πετεηνῶν,
ὅν τε καὶ ὑψόθ᾽ ἐόντα πόδας ταχὺς οὐκ ἔλαθε πτὼξ
θάμνῳ ὑπ᾽ ἀμφικόμῳ κατακείμενος , ἀλλά τ᾽ ἐπ᾽ αὐτῷ
ἔσσυτο , καί τέ μιν ὦκα λαβὼν ἐξείλετο θυμόν.
ὣς τότε σοὶ Μενέλαε διοτρεφὲς ὄσσε φαεινὼ
680
πάντοσε δινείσθην πολέων κατὰ ἔθνος ἑταίρων,
εἴ που Νέστορος υἱὸν ἔτι ζώοντα ἴδοιτο.
τὸν δὲ μάλ᾽ αἶψ᾽ ἐνόησε μάχης ἐπ᾽ ἀριστερὰ πάσης
θαρσύνονθ᾽ ἑτάρους καὶ ἐποτρύνοντα μάχεσθαι,
ἀγχοῦ δ᾽ ἱστάμενος προσέφη ξανθὸς Μενέλαος:
685
Ἀντίλοχ᾽ εἰ δ᾽ ἄγε δεῦρο διοτρεφὲς ὄφρα πύθηαι
λυγρῆς ἀγγελίης , μὴ ὤφελλε γενέσθαι.
ἤδη μὲν σὲ καὶ αὐτὸν ὀΐομαι εἰσορόωντα
γιγνώσκειν ὅτι πῆμα θεὸς Δαναοῖσι κυλίνδει,
νίκη δὲ Τρώων : πέφαται δ᾽ ὤριστος Ἀχαιῶν
690
Πάτροκλος , μεγάλη δὲ ποθὴ Δαναοῖσι τέτυκται.