Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλὰ σύ γ᾽ αἶψ᾽ Ἀχιλῆϊ θέων ἐπὶ νῆας Ἀχαιῶν
εἰπεῖν , αἴ κε τάχιστα νέκυν ἐπὶ νῆα σαώσῃ
γυμνόν : ἀτὰρ τά γε τεύχε᾽ ἔχει κορυθαίολος Ἕκτωρ.
ὣς ἔφατ᾽ , Ἀντίλοχος δὲ κατέστυγε μῦθον ἀκούσας:
695
δὴν δέ μιν ἀμφασίη ἐπέων λάβε , τὼ δέ οἱ ὄσσε
δακρυόφι πλῆσθεν , θαλερὴ δέ οἱ ἔσχετο φωνή.
ἀλλ᾽ οὐδ᾽ ὧς Μενελάου ἐφημοσύνης ἀμέλησε,
βῆ δὲ θέειν , τὰ δὲ τεύχε᾽ ἀμύμονι δῶκεν ἑταίρῳ
Λαοδόκῳ , ὅς οἱ σχεδὸν ἔστρεφε μώνυχας ἵππους.
700
τὸν μὲν δάκρυ χέοντα πόδες φέρον ἐκ πολέμοιο
Πηλεΐδῃ Ἀχιλῆϊ κακὸν ἔπος ἀγγελέοντα.
οὐδ᾽ ἄρα σοὶ Μενέλαε διοτρεφὲς ἤθελε θυμὸς
τειρομένοις ἑτάροισιν ἀμυνέμεν , ἔνθεν ἀπῆλθεν
Ἀντίλοχος , μεγάλη δὲ ποθὴ Πυλίοισιν ἐτύχθη:
705
ἀλλ᾽ γε τοῖσιν μὲν Θρασυμήδεα δῖον ἀνῆκεν,
αὐτὸς δ᾽ αὖτ᾽ ἐπὶ Πατρόκλῳ ἥρωϊ βεβήκει,
στῆ δὲ παρ᾽ Αἰάντεσσι θέων , εἶθαρ δὲ προσηύδα:
κεῖνον μὲν δὴ νηυσὶν ἐπιπροέηκα θοῇσιν
ἐλθεῖν εἰς Ἀχιλῆα πόδας ταχύν : οὐδέ μιν οἴω
710
νῦν ἰέναι μάλα περ κεχολωμένον Ἕκτορι δίῳ:
οὐ γάρ πως ἂν γυμνὸς ἐὼν Τρώεσσι μάχοιτο.
ἡμεῖς δ᾽ αὐτοί περ φραζώμεθα μῆτιν ἀρίστην,
ἠμὲν ὅπως τὸν νεκρὸν ἐρύσσομεν , ἠδὲ καὶ αὐτοὶ
Τρώων ἐξ ἐνοπῆς θάνατον καὶ κῆρα φύγωμεν.
715
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα μέγας Τελαμώνιος Αἴας:
πάντα κατ᾽ αἶσαν ἔειπες ἀγακλεὲς Μενέλαε:
ἀλλὰ σὺ μὲν καὶ Μηριόνης ὑποδύντε μάλ᾽ ὦκα
νεκρὸν ἀείραντες φέρετ᾽ ἐκ πόνου : αὐτὰρ ὄπισθε
νῶϊ μαχησόμεθα Τρωσίν τε καὶ Ἕκτορι δίῳ
720
ἶσον θυμὸν ἔχοντες ὁμώνυμοι , οἳ τὸ πάρος περ