Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μίμνομεν ὀξὺν Ἄρηα παρ᾽ ἀλλήλοισι μένοντες.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἄρα νεκρὸν ἀπὸ χθονὸς ἀγκάζοντο
ὕψι μάλα μεγάλως : ἐπὶ δ᾽ ἴαχε λαὸς ὄπισθε
Τρωϊκός , ὡς εἴδοντο νέκυν αἴροντας Ἀχαιούς.
725
ἴθυσαν δὲ κύνεσσιν ἐοικότες , οἵ τ᾽ ἐπὶ κάπρῳ
βλημένῳ ἀΐξωσι πρὸ κούρων θηρητήρων:
ἕως μὲν γάρ τε θέουσι διαρραῖσαι μεμαῶτες,
ἀλλ᾽ ὅτε δή ῥ᾽ ἐν τοῖσιν ἑλίξεται ἀλκὶ πεποιθώς,
ἄψ τ᾽ ἀνεχώρησαν διά τ᾽ ἔτρεσαν ἄλλυδις ἄλλος.
730
ὣς Τρῶες εἷος μὲν ὁμιλαδὸν αἰὲν ἕποντο
νύσσοντες ξίφεσίν τε καὶ ἔγχεσιν ἀμφιγύοισιν:
ἀλλ᾽ ὅτε δή ῥ᾽ Αἴαντε μεταστρεφθέντε κατ᾽ αὐτοὺς
σταίησαν , τῶν δὲ τράπετο χρώς , οὐδέ τις ἔτλη
πρόσσω ἀΐξας περὶ νεκροῦ δηριάασθαι.
735
ὣς οἵ γ᾽ ἐμμεμαῶτε νέκυν φέρον ἐκ πολέμοιο
νῆας ἔπι γλαφυράς : ἐπὶ δὲ πτόλεμος τέτατό σφιν
ἄγριος ἠΰτε πῦρ , τό τ᾽ ἐπεσσύμενον πόλιν ἀνδρῶν
ὄρμενον ἐξαίφνης φλεγέθει , μινύθουσι δὲ οἶκοι
ἐν σέλαϊ μεγάλῳ : τὸ δ᾽ ἐπιβρέμει ἲς ἀνέμοιο.
740
ὣς μὲν τοῖς ἵππων τε καὶ ἀνδρῶν αἰχμητάων
ἀζηχὴς ὀρυμαγδὸς ἐπήϊεν ἐρχομένοισιν:
οἳ δ᾽ ὥς θ᾽ ἡμίονοι κρατερὸν μένος ἀμφιβαλόντες
ἕλκωσ᾽ ἐξ ὄρεος κατὰ παιπαλόεσσαν ἀταρπὸν
δοκὸν ἠὲ δόρυ μέγα νήϊον : ἐν δέ τε θυμὸς
745
τείρεθ᾽ ὁμοῦ καμάτῳ τε καὶ ἱδρῷ σπευδόντεσσιν:
ὣς οἵ γ᾽ ἐμμεμαῶτε νέκυν φέρον . αὐτὰρ ὄπισθεν
Αἴαντ᾽ ἰσχανέτην , ὥς τε πρὼν ἰσχάνει ὕδωρ
ὑλήεις πεδίοιο διαπρύσιον τετυχηκώς,
ὅς τε καὶ ἰφθίμων ποταμῶν ἀλεγεινὰ ῥέεθρα
750
ἴσχει , ἄφαρ δέ τε πᾶσι ῥόον πεδίον δὲ τίθησι