Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
συλλέξας λαοῖσι δότω καταδημοβορῆσαι:
τῶν τινὰ βέλτερόν ἐστιν ἐπαυρέμεν περ Ἀχαιούς.
πρῶϊ δ᾽ ὑπηοῖοι σὺν τεύχεσι θωρηχθέντες
νηυσὶν ἔπι γλαφυρῇσιν ἐγείρομεν ὀξὺν Ἄρηα.
305
εἰ δ᾽ ἐτεὸν παρὰ ναῦφιν ἀνέστη δῖος Ἀχιλλεύς,
ἄλγιον αἴ κ᾽ ἐθέλῃσι τῷ ἔσσεται : οὔ μιν ἔγωγε
φεύξομαι ἐκ πολέμοιο δυσηχέος , ἀλλὰ μάλ᾽ ἄντην
στήσομαι , κε φέρῃσι μέγα κράτος , κε φεροίμην.
ξυνὸς Ἐνυάλιος , καί τε κτανέοντα κατέκτα.
310
ὣς Ἕκτωρ ἀγόρευ᾽ , ἐπὶ δὲ Τρῶες κελάδησαν
νήπιοι : ἐκ γάρ σφεων φρένας εἵλετο Παλλὰς Ἀθήνη.
Ἕκτορι μὲν γὰρ ἐπῄνησαν κακὰ μητιόωντι,
Πουλυδάμαντι δ᾽ ἄρ᾽ οὔ τις ὃς ἐσθλὴν φράζετο βουλήν.
δόρπον ἔπειθ᾽ εἵλοντο κατὰ στρατόν : αὐτὰρ Ἀχαιοὶ
315
παννύχιοι Πάτροκλον ἀνεστενάχοντο γοῶντες.
τοῖσι δὲ Πηλεΐδης ἁδινοῦ ἐξῆρχε γόοιο
χεῖρας ἐπ᾽ ἀνδροφόνους θέμενος στήθεσσιν ἑταίρου
πυκνὰ μάλα στενάχων ὥς τε λὶς ἠϋγένειος,
ῥά θ᾽ ὑπὸ σκύμνους ἐλαφηβόλος ἁρπάσῃ ἀνὴρ
320
ὕλης ἐκ πυκινῆς : δέ τ᾽ ἄχνυται ὕστερος ἐλθών,
πολλὰ δέ τ᾽ ἄγκε᾽ ἐπῆλθε μετ᾽ ἀνέρος ἴχνι᾽ ἐρευνῶν
εἴ ποθεν ἐξεύροι : μάλα γὰρ δριμὺς χόλος αἱρεῖ:
ὣς βαρὺ στενάχων μετεφώνεε Μυρμιδόνεσσιν:
πόποι ῥ᾽ ἅλιον ἔπος ἔκβαλον ἤματι κείνῳ
325
θαρσύνων ἥρωα Μενοίτιον ἐν μεγάροισι:
φῆν δέ οἱ εἰς Ὀπόεντα περικλυτὸν υἱὸν ἀπάξειν
Ἴλιον ἐκπέρσαντα , λαχόντα τε ληΐδος αἶσαν.
ἀλλ᾽ οὐ Ζεὺς ἄνδρεσσι νοήματα πάντα τελευτᾷ:
ἄμφω γὰρ πέπρωται ὁμοίην γαῖαν ἐρεῦσαι
330
αὐτοῦ ἐνὶ Τροίῃ , ἐπεὶ οὐδ᾽ ἐμὲ νοστήσαντα