Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἰνότατε Κρονίδη ποῖον τὸν μῦθον ἔειπες.
καὶ μὲν δή πού τις μέλλει βροτὸς ἀνδρὶ τελέσσαι,
ὅς περ θνητός τ᾽ ἐστὶ καὶ οὐ τόσα μήδεα οἶδε:
πῶς δὴ ἔγωγ᾽ , φημι θεάων ἔμμεν ἀρίστη,
365
ἀμφότερον γενεῇ τε καὶ οὕνεκα σὴ παράκοιτις
κέκλημαι , σὺ δὲ πᾶσι μετ᾽ ἀθανάτοισιν ἀνάσσεις,
οὐκ ὄφελον Τρώεσσι κοτεσσαμένη κακὰ ῥάψαι;
ὣς οἳ μὲν τοιαῦτα πρὸς ἀλλήλους ἀγόρευον:
Ἡφαίστου δ᾽ ἵκανε δόμον Θέτις ἀργυρόπεζα
370
ἄφθιτον ἀστερόεντα μεταπρεπέ᾽ ἀθανάτοισι
χάλκεον , ὅν ῥ᾽ αὐτὸς ποιήσατο κυλλοποδίων.
τὸν δ᾽ εὗρ᾽ ἱδρώοντα ἑλισσόμενον περὶ φύσας
σπεύδοντα : τρίποδας γὰρ ἐείκοσι πάντας ἔτευχεν
ἑστάμεναι περὶ τοῖχον ἐϋσταθέος μεγάροιο,
375
χρύσεα δέ σφ᾽ ὑπὸ κύκλα ἑκάστῳ πυθμένι θῆκεν,
ὄφρά οἱ αὐτόματοι θεῖον δυσαίατ᾽ ἀγῶνα
ἠδ᾽ αὖτις πρὸς δῶμα νεοίατο θαῦμα ἰδέσθαι.
οἳ δ᾽ ἤτοι τόσσον μὲν ἔχον τέλος , οὔατα δ᾽ οὔ πω
δαιδάλεα προσέκειτο : τά ῥ᾽ ἤρτυε , κόπτε δὲ δεσμούς.
380
ὄφρ᾽ γε ταῦτ᾽ ἐπονεῖτο ἰδυίῃσι πραπίδεσσι,
τόφρά οἱ ἐγγύθεν ἦλθε θεὰ Θέτις ἀργυρόπεζα.
τὴν δὲ ἴδε προμολοῦσα Χάρις λιπαροκρήδεμνος
καλή , τὴν ὤπυιε περικλυτὸς ἀμφιγυήεις:
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
385
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
αἰδοίη τε φίλη τε ; πάρος γε μὲν οὔ τι θαμίζεις.
ἀλλ᾽ ἕπεο προτέρω , ἵνα τοι πὰρ ξείνια θείω.
ὣς ἄρα φωνήσασα πρόσω ἄγε δῖα θεάων.
τὴν μὲν ἔπειτα καθεῖσεν ἐπὶ θρόνου ἀργυροήλου
390
καλοῦ δαιδαλέου : ὑπὸ δὲ θρῆνυς ποσὶν ἦεν: