Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κέκλετο δ᾽ Ἥφαιστον κλυτοτέχνην εἶπέ τε μῦθον:
Ἥφαιστε πρόμολ᾽ ὧδε : Θέτις νύ τι σεῖο χατίζει.
τὴν δ᾽ ἠμείβετ᾽ ἔπειτα περικλυτὸς ἀμφιγυήεις:
ῥά νύ μοι δεινή τε καὶ αἰδοίη θεὸς ἔνδον,
395
μ᾽ ἐσάωσ᾽ ὅτε μ᾽ ἄλγος ἀφίκετο τῆλε πεσόντα
μητρὸς ἐμῆς ἰότητι κυνώπιδος , μ᾽ ἐθέλησε
κρύψαι χωλὸν ἐόντα : τότ᾽ ἂν πάθον ἄλγεα θυμῷ,
εἰ μή μ᾽ Εὐρυνόμη τε Θέτις θ᾽ ὑπεδέξατο κόλπῳ
Εὐρυνόμη θυγάτηρ ἀψορρόου Ὠκεανοῖο.
400
τῇσι παρ᾽ εἰνάετες χάλκευον δαίδαλα πολλά,
πόρπας τε γναμπτάς θ᾽ ἕλικας κάλυκάς τε καὶ ὅρμους
ἐν σπῆϊ γλαφυρῷ : περὶ δὲ ῥόος Ὠκεανοῖο
ἀφρῷ μορμύρων ῥέεν ἄσπετος : οὐδέ τις ἄλλος
ᾔδεεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων,
405
ἀλλὰ Θέτις τε καὶ Εὐρυνόμη ἴσαν , αἵ μ᾽ ἐσάωσαν.
νῦν ἡμέτερον δόμον ἵκει : τώ με μάλα χρεὼ
πάντα Θέτι καλλιπλοκάμῳ ζῳάγρια τίνειν.
ἀλλὰ σὺ μὲν νῦν οἱ παράθες ξεινήϊα καλά,
ὄφρ᾽ ἂν ἐγὼ φύσας ἀποθείομαι ὅπλά τε πάντα.
410
, καὶ ἀπ᾽ ἀκμοθέτοιο πέλωρ αἴητον ἀνέστη
χωλεύων : ὑπὸ δὲ κνῆμαι ῥώοντο ἀραιαί.
φύσας μέν ῥ᾽ ἀπάνευθε τίθει πυρός , ὅπλά τε πάντα
λάρνακ᾽ ἐς ἀργυρέην συλλέξατο , τοῖς ἐπονεῖτο:
σπόγγῳ δ᾽ ἀμφὶ πρόσωπα καὶ ἄμφω χεῖρ᾽ ἀπομόργνυ
415
αὐχένα τε στιβαρὸν καὶ στήθεα λαχνήεντα,
δῦ δὲ χιτῶν᾽ , ἕλε δὲ σκῆπτρον παχύ , βῆ δὲ θύραζε
χωλεύων : ὑπὸ δ᾽ ἀμφίπολοι ῥώοντο ἄνακτι
χρύσειαι ζωῇσι νεήνισιν εἰοικυῖαι.
τῇς ἐν μὲν νόος ἐστὶ μετὰ φρεσίν , ἐν δὲ καὶ αὐδὴ
420
καὶ σθένος , ἀθανάτων δὲ θεῶν ἄπο ἔργα ἴσασιν.