Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αἳ μὲν ὕπαιθα ἄνακτος ἐποίπνυον : αὐτὰρ ἔρρων
πλησίον , ἔνθα Θέτις περ , ἐπὶ θρόνου ἷζε φαεινοῦ,
ἔν τ᾽ ἄρα οἱ φῦ χειρὶ ἔπος τ᾽ ἔφατ᾽ ἔκ τ᾽ ὀνόμαζε:
τίπτε Θέτι τανύπεπλε ἱκάνεις ἡμέτερον δῶ
425
αἰδοίη τε φίλη τε ; πάρος γε μὲν οὔ τι θαμίζεις.
αὔδα τι φρονέεις : τελέσαι δέ με θυμὸς ἄνωγεν,
εἰ δύναμαι τελέσαι γε καὶ εἰ τετελεσμένον ἐστίν.
τὸν δ᾽ ἠμείβετ᾽ ἔπειτα Θέτις κατὰ δάκρυ χέουσα:
Ἥφαιστ᾽ , ἄρα δή τις , ὅσαι θεαί εἰσ᾽ ἐν Ὀλύμπῳ,
430
τοσσάδ᾽ ἐνὶ φρεσὶν ᾗσιν ἀνέσχετο κήδεα λυγρὰ
ὅσσ᾽ ἐμοὶ ἐκ πασέων Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν;
ἐκ μέν μ᾽ ἀλλάων ἁλιάων ἀνδρὶ δάμασσεν
Αἰακίδῃ Πηλῆϊ , καὶ ἔτλην ἀνέρος εὐνὴν
πολλὰ μάλ᾽ οὐκ ἐθέλουσα . μὲν δὴ γήραϊ λυγρῷ
435
κεῖται ἐνὶ μεγάροις ἀρημένος , ἄλλα δέ μοι νῦν,
υἱὸν ἐπεί μοι δῶκε γενέσθαί τε τραφέμεν τε
ἔξοχον ἡρώων : δ᾽ ἀνέδραμεν ἔρνεϊ ἶσος:
τὸν μὲν ἐγὼ θρέψασα φυτὸν ὣς γουνῷ ἀλωῆς
νηυσὶν ἐπιπροέηκα κορωνίσιν Ἴλιον εἴσω
440
Τρωσὶ μαχησόμενον : τὸν δ᾽ οὐχ ὑποδέξομαι αὖτις
οἴκαδε νοστήσαντα δόμον Πηλήϊον εἴσω.
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
ἄχνυται , οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
κούρην ἣν ἄρα οἱ γέρας ἔξελον υἷες Ἀχαιῶν,
445
τὴν ἂψ ἐκ χειρῶν ἕλετο κρείων Ἀγαμέμνων.
ἤτοι τῆς ἀχέων φρένας ἔφθιεν : αὐτὰρ Ἀχαιοὺς
Τρῶες ἐπὶ πρύμνῃσιν ἐείλεον , οὐδὲ θύραζε
εἴων ἐξιέναι : τὸν δὲ λίσσοντο γέροντες
Ἀργείων , καὶ πολλὰ περικλυτὰ δῶρ᾽ ὀνόμαζον.
450
ἔνθ᾽ αὐτὸς μὲν ἔπειτ᾽ ἠναίνετο λοιγὸν ἀμῦναι,