Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὄφρα δέ μοι ζώει καὶ ὁρᾷ φάος ἠελίοιο
ἄχνυται , οὐδέ τί οἱ δύναμαι χραισμῆσαι ἰοῦσα.
ἀλλ᾽ εἶμ᾽ , ὄφρα ἴδωμι φίλον τέκος , ἠδ᾽ ἐπακούσω
ὅττί μιν ἵκετο πένθος ἀπὸ πτολέμοιο μένοντα.
65
ὣς ἄρα φωνήσασα λίπε σπέος : αἳ δὲ σὺν αὐτῇ
δακρυόεσσαι ἴσαν , περὶ δέ σφισι κῦμα θαλάσσης
ῥήγνυτο : ταὶ δ᾽ ὅτε δὴ Τροίην ἐρίβωλον ἵκοντο
ἀκτὴν εἰσανέβαινον ἐπισχερώ , ἔνθα θαμειαὶ
Μυρμιδόνων εἴρυντο νέες ταχὺν ἀμφ᾽ Ἀχιλῆα.
70
τῷ δὲ βαρὺ στενάχοντι παρίστατο πότνια μήτηρ,
ὀξὺ δὲ κωκύσασα κάρη λάβε παιδὸς ἑοῖο,
καί ῥ᾽ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα:
τέκνον τί κλαίεις ; τί δέ σε φρένας ἵκετο πένθος;
ἐξαύδα , μὴ κεῦθε : τὰ μὲν δή τοι τετέλεσται
75
ἐκ Διός , ὡς ἄρα δὴ πρίν γ᾽ εὔχεο χεῖρας ἀνασχὼν
πάντας ἐπὶ πρύμνῃσιν ἀλήμεναι υἷας Ἀχαιῶν
σεῦ ἐπιδευομένους , παθέειν τ᾽ ἀεκήλια ἔργα.
τὴν δὲ βαρὺ στενάχων προσέφη πόδας ὠκὺς Ἀχιλλεύς:
μῆτερ ἐμή , τὰ μὲν ἄρ μοι Ὀλύμπιος ἐξετέλεσσεν:
80
ἀλλὰ τί μοι τῶν ἦδος ἐπεὶ φίλος ὤλεθ᾽ ἑταῖρος
Πάτροκλος , τὸν ἐγὼ περὶ πάντων τῖον ἑταίρων
ἶσον ἐμῇ κεφαλῇ ; τὸν ἀπώλεσα , τεύχεα δ᾽ Ἕκτωρ
δῃώσας ἀπέδυσε πελώρια θαῦμα ἰδέσθαι
καλά : τὰ μὲν Πηλῆϊ θεοὶ δόσαν ἀγλαὰ δῶρα
85
ἤματι τῷ ὅτε σε βροτοῦ ἀνέρος ἔμβαλον εὐνῇ.
αἴθ᾽ ὄφελες σὺ μὲν αὖθι μετ᾽ ἀθανάτῃς ἁλίῃσι
ναίειν , Πηλεὺς δὲ θνητὴν ἀγαγέσθαι ἄκοιτιν.
νῦν δ᾽ ἵνα καὶ σοὶ πένθος ἐνὶ φρεσὶ μυρίον εἴη
παιδὸς ἀποφθιμένοιο , τὸν οὐχ ὑποδέξεαι αὖτις
90
οἴκαδε νοστήσαντ᾽ , ἐπεὶ οὐδ᾽ ἐμὲ θυμὸς ἄνωγε