Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μυίας , αἵ ῥά τε φῶτας ἀρηϊφάτους κατέδουσιν:
ἤν περ γὰρ κεῖταί γε τελεσφόρον εἰς ἐνιαυτόν,
αἰεὶ τῷ γ᾽ ἔσται χρὼς ἔμπεδος , καὶ ἀρείων.
ἀλλὰ σύ γ᾽ εἰς ἀγορὴν καλέσας ἥρωας Ἀχαιοὺς
35
μῆνιν ἀποειπὼν Ἀγαμέμνονι ποιμένι λαῶν
αἶψα μάλ᾽ ἐς πόλεμον θωρήσσεο , δύσεο δ᾽ ἀλκήν.
ὣς ἄρα φωνήσασα μένος πολυθαρσὲς ἐνῆκε,
Πατρόκλῳ δ᾽ αὖτ᾽ ἀμβροσίην καὶ νέκταρ ἐρυθρὸν
στάξε κατὰ ῥινῶν , ἵνα οἱ χρὼς ἔμπεδος εἴη.
40
αὐτὰρ βῆ παρὰ θῖνα θαλάσσης δῖος Ἀχιλλεὺς
σμερδαλέα ἰάχων , ὦρσεν δ᾽ ἥρωας Ἀχαιούς.
καί ῥ᾽ οἵ περ τὸ πάρος γε νεῶν ἐν ἀγῶνι μένεσκον
οἵ τε κυβερνῆται καὶ ἔχον οἰήϊα νηῶν
καὶ ταμίαι παρὰ νηυσὶν ἔσαν σίτοιο δοτῆρες,
45
καὶ μὴν οἳ τότε γ᾽ εἰς ἀγορὴν ἴσαν , οὕνεκ᾽ Ἀχιλλεὺς
ἐξεφάνη , δηρὸν δὲ μάχης ἐπέπαυτ᾽ ἀλεγεινῆς.
τὼ δὲ δύω σκάζοντε βάτην Ἄρεος θεράποντε
Τυδεΐδης τε μενεπτόλεμος καὶ δῖος Ὀδυσσεὺς
ἔγχει ἐρειδομένω : ἔτι γὰρ ἔχον ἕλκεα λυγρά:
50
κὰδ δὲ μετὰ πρώτῃ ἀγορῇ ἵζοντο κιόντες.
αὐτὰρ δεύτατος ἦλθεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
ἕλκος ἔχων : καὶ γὰρ τὸν ἐνὶ κρατερῇ ὑσμίνῃ
οὖτα Κόων Ἀντηνορίδης χαλκήρεϊ δουρί.
αὐτὰρ ἐπεὶ δὴ πάντες ἀολλίσθησαν Ἀχαιοί,
55
τοῖσι δ᾽ ἀνιστάμενος μετέφη πόδας ὠκὺς Ἀχιλλεύς:
Ἀτρεΐδη ἄρ τι τόδ᾽ ἀμφοτέροισιν ἄρειον
ἔπλετο σοὶ καὶ ἐμοί , τε νῶΐ περ ἀχνυμένω κῆρ
θυμοβόρῳ ἔριδι μενεήναμεν εἵνεκα κούρης;
τὴν ὄφελ᾽ ἐν νήεσσι κατακτάμεν Ἄρτεμις ἰῷ
60
ἤματι τῷ ὅτ᾽ ἐγὼν ἑλόμην Λυρνησσὸν ὀλέσσας: