Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τώ κ᾽ οὐ τόσσοι Ἀχαιοὶ ὀδὰξ ἕλον ἄσπετον οὖδας
δυσμενέων ὑπὸ χερσὶν ἐμεῦ ἀπομηνίσαντος.
Ἕκτορι μὲν καὶ Τρωσὶ τὸ κέρδιον : αὐτὰρ Ἀχαιοὺς
δηρὸν ἐμῆς καὶ σῆς ἔριδος μνήσεσθαι ὀΐω.
65
ἀλλὰ τὰ μὲν προτετύχθαι ἐάσομεν ἀχνύμενοί περ
θυμὸν ἐνὶ στήθεσσι φίλον δαμάσαντες ἀνάγκῃ:
νῦν δ᾽ ἤτοι μὲν ἐγὼ παύω χόλον , οὐδέ τί με χρὴ
ἀσκελέως αἰεὶ μενεαινέμεν : ἀλλ᾽ ἄγε θᾶσσον
ὄτρυνον πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς,
70
ὄφρ᾽ ἔτι καὶ Τρώων πειρήσομαι ἀντίον ἐλθὼν
αἴ κ᾽ ἐθέλωσ᾽ ἐπὶ νηυσὶν ἰαύειν : ἀλλά τιν᾽ οἴω
ἀσπασίως αὐτῶν γόνυ κάμψειν , ὅς κε φύγῃσι
δηΐου ἐκ πολέμοιο ὑπ᾽ ἔγχεος ἡμετέροιο.
ὣς ἔφαθ᾽ , οἳ δ᾽ ἐχάρησαν ἐϋκνήμιδες Ἀχαιοὶ
75
μῆνιν ἀπειπόντος μεγαθύμου Πηλεΐωνος.
τοῖσι δὲ καὶ μετέειπεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων
αὐτόθεν ἐξ ἕδρης , οὐδ᾽ ἐν μέσσοισιν ἀναστάς:
φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
ἑσταότος μὲν καλὸν ἀκούειν , οὐδὲ ἔοικεν
80
ὑββάλλειν : χαλεπὸν γὰρ ἐπισταμένῳ περ ἐόντι.
ἀνδρῶν δ᾽ ἐν πολλῷ ὁμάδῳ πῶς κέν τις ἀκούσαι
εἴποι ; βλάβεται δὲ λιγύς περ ἐὼν ἀγορητής.
Πηλεΐδῃ μὲν ἐγὼν ἐνδείξομαι : αὐτὰρ οἱ ἄλλοι
σύνθεσθ᾽ Ἀργεῖοι , μῦθόν τ᾽ εὖ γνῶτε ἕκαστος.
85
πολλάκι δή μοι τοῦτον Ἀχαιοὶ μῦθον ἔειπον
καί τέ με νεικείεσκον : ἐγὼ δ᾽ οὐκ αἴτιός εἰμι,
ἀλλὰ Ζεὺς καὶ Μοῖρα καὶ ἠεροφοῖτις Ἐρινύς,
οἵ τέ μοι εἰν ἀγορῇ φρεσὶν ἔμβαλον ἄγριον ἄτην,
ἤματι τῷ ὅτ᾽ Ἀχιλλῆος γέρας αὐτὸς ἀπηύρων.
90
ἀλλὰ τί κεν ῥέξαιμι ; θεὸς διὰ πάντα τελευτᾷ.