Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
πρέσβα Διὸς θυγάτηρ Ἄτη , πάντας ἀᾶται,
οὐλομένη : τῇ μέν θ᾽ ἁπαλοὶ πόδες : οὐ γὰρ ἐπ᾽ οὔδει
πίλναται , ἀλλ᾽ ἄρα γε κατ᾽ ἀνδρῶν κράατα βαίνει
βλάπτουσ᾽ ἀνθρώπους : κατὰ δ᾽ οὖν ἕτερόν γε πέδησε.
95
καὶ γὰρ δή νύ ποτε Ζεὺς ἄσατο , τόν περ ἄριστον
ἀνδρῶν ἠδὲ θεῶν φασ᾽ ἔμμεναι : ἀλλ᾽ ἄρα καὶ τὸν
Ἥρη θῆλυς ἐοῦσα δολοφροσύνῃς ἀπάτησεν,
ἤματι τῷ ὅτ᾽ ἔμελλε βίην Ἡρακληείην
Ἀλκμήνη τέξεσθαι ἐϋστεφάνῳ ἐνὶ Θήβῃ.
100
ἤτοι γ᾽ εὐχόμενος μετέφη πάντεσσι θεοῖσι:
κέκλυτέ μευ πάντές τε θεοὶ πᾶσαί τε θέαιναι,
ὄφρ᾽ εἴπω τά με θυμὸς ἐνὶ στήθεσσιν ἀνώγει.
σήμερον ἄνδρα φόως δὲ μογοστόκος Εἰλείθυια
ἐκφανεῖ , ὃς πάντεσσι περικτιόνεσσιν ἀνάξει,
105
τῶν ἀνδρῶν γενεῆς οἵ θ᾽ αἵματος ἐξ ἐμεῦ εἰσί.
τὸν δὲ δολοφρονέουσα προσηύδα πότνια Ἥρη:
ψευστήσεις , οὐδ᾽ αὖτε τέλος μύθῳ ἐπιθήσεις.
εἰ δ᾽ ἄγε νῦν μοι ὄμοσσον Ὀλύμπιε καρτερὸν ὅρκον,
μὲν τὸν πάντεσσι περικτιόνεσσιν ἀνάξειν
110
ὅς κεν ἐπ᾽ ἤματι τῷδε πέσῃ μετὰ ποσσὶ γυναικὸς
τῶν ἀνδρῶν οἳ σῆς ἐξ αἵματός εἰσι γενέθλης.
ὣς ἔφατο : Ζεὺς δ᾽ οὔ τι δολοφροσύνην ἐνόησεν,
ἀλλ᾽ ὄμοσεν μέγαν ὅρκον , ἔπειτα δὲ πολλὸν ἀάσθη.
Ἥρη δ᾽ ἀΐξασα λίπεν ῥίον Οὐλύμποιο,
115
καρπαλίμως δ᾽ ἵκετ᾽ Ἄργος Ἀχαιικόν , ἔνθ᾽ ἄρα ᾔδη
ἰφθίμην ἄλοχον Σθενέλου Περσηϊάδαο.
δ᾽ ἐκύει φίλον υἱόν , δ᾽ ἕβδομος ἑστήκει μείς:
ἐκ δ᾽ ἄγαγε πρὸ φόως δὲ καὶ ἠλιτόμηνον ἐόντα,
Ἀλκμήνης δ᾽ ἀπέπαυσε τόκον , σχέθε δ᾽ Εἰλειθυίας.
120
αὐτὴ δ᾽ ἀγγελέουσα Δία Κρονίωνα προσηύδα: