Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
2
ἄλλοι μέν ῥα θεοί τε καὶ ἀνέρες ἱπποκορυσταὶ
εὗδον παννύχιοι , Δία δ᾽ οὐκ ἔχε νήδυμος ὕπνος,
ἀλλ᾽ γε μερμήριζε κατὰ φρένα ὡς Ἀχιλῆα
τιμήσῃ , ὀλέσῃ δὲ πολέας ἐπὶ νηυσὶν Ἀχαιῶν.
5
ἥδε δέ οἱ κατὰ θυμὸν ἀρίστη φαίνετο βουλή,
πέμψαι ἐπ᾽ Ἀτρεΐδῃ Ἀγαμέμνονι οὖλον ὄνειρον:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
βάσκ᾽ ἴθι οὖλε ὄνειρε θοὰς ἐπὶ νῆας Ἀχαιῶν:
ἐλθὼν ἐς κλισίην Ἀγαμέμνονος Ἀτρεΐδαο
10
πάντα μάλ᾽ ἀτρεκέως ἀγορευέμεν ὡς ἐπιτέλλω:
θωρῆξαί κέλευε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ : νῦν γάρ κεν ἕλοι πόλιν εὐρυάγυιαν
Τρώων : οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
ἀθάνατοι φράζονται : ἐπέγναμψεν γὰρ ἅπαντας
15
Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται.
ὣς φάτο , βῆ δ᾽ ἄρ᾽ ὄνειρος ἐπεὶ τὸν μῦθον ἄκουσε:
καρπαλίμως δ᾽ ἵκανε θοὰς ἐπὶ νῆας Ἀχαιῶν,
βῆ δ᾽ ἄρ᾽ ἐπ᾽ Ἀτρεΐδην Ἀγαμέμνονα : τὸν δὲ κίχανεν
εὕδοντ᾽ ἐν κλισίῃ , περὶ δ᾽ ἀμβρόσιος κέχυθ᾽ ὕπνος.
20
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς Νηληΐῳ υἷι ἐοικώς
Νέστορι , τόν ῥα μάλιστα γερόντων τῖ᾽ Ἀγαμέμνων:
τῷ μιν ἐεισάμενος προσεφώνεε θεῖος ὄνειρος:
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο:
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα
25
λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε:
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα : Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει.
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ : νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
30
Τρώων : οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες