Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀθάνατοι φράζονται : ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται
ἐκ Διός : ἀλλὰ σὺ σῇσιν ἔχε φρεσί , μηδέ σε λήθη
αἱρείτω εὖτ᾽ ἄν σε μελίφρων ὕπνος ἀνήῃ.
35
ὣς ἄρα φωνήσας ἀπεβήσετο , τὸν δὲ λίπ᾽ αὐτοῦ
τὰ φρονέοντ᾽ ἀνὰ θυμὸν ῥ᾽ οὐ τελέεσθαι ἔμελλον:
φῆ γὰρ γ᾽ αἱρήσειν Πριάμου πόλιν ἤματι κείνῳ
νήπιος , οὐδὲ τὰ ᾔδη ῥα Ζεὺς μήδετο ἔργα:
θήσειν γὰρ ἔτ᾽ ἔμελλεν ἐπ᾽ ἄλγεά τε στοναχάς τε
40
Τρωσί τε καὶ Δαναοῖσι διὰ κρατερὰς ὑσμίνας.
ἔγρετο δ᾽ ἐξ ὕπνου , θείη δέ μιν ἀμφέχυτ᾽ ὀμφή:
ἕζετο δ᾽ ὀρθωθείς , μαλακὸν δ᾽ ἔνδυνε χιτῶνα
καλὸν νηγάτεον , περὶ δὲ μέγα βάλλετο φᾶρος:
ποσσὶ δ᾽ ὑπὸ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα,
45
ἀμφὶ δ᾽ ἄρ᾽ ὤμοισιν βάλετο ξίφος ἀργυρόηλον:
εἵλετο δὲ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεὶ
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων:
ἠὼς μέν ῥα θεὰ προσεβήσετο μακρὸν Ὄλυμπον
Ζηνὶ φόως ἐρέουσα καὶ ἄλλοις ἀθανάτοισιν:
50
αὐτὰρ κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν ἀγορὴν δὲ κάρη κομόωντας Ἀχαιούς:
οἳ μὲν ἐκήρυσσον , τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα:
βουλὴν δὲ πρῶτον μεγαθύμων ἷζε γερόντων
Νεστορέῃ παρὰ νηῒ Πυλοιγενέος βασιλῆος:
55
τοὺς γε συγκαλέσας πυκινὴν ἀρτύνετο βουλήν:
κλῦτε φίλοι : θεῖός μοι ἐνύπνιον ἦλθεν ὄνειρος
ἀμβροσίην διὰ νύκτα : μάλιστα δὲ Νέστορι δίῳ
εἶδός τε μέγεθός τε φυήν τ᾽ ἄγχιστα ἐῴκει:
στῆ δ᾽ ἄρ᾽ ὑπὲρ κεφαλῆς καί με πρὸς μῦθον ἔειπεν:
60
εὕδεις Ἀτρέος υἱὲ δαΐφρονος ἱπποδάμοιο: