Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὐ χρὴ παννύχιον εὕδειν βουληφόρον ἄνδρα,
λαοί τ᾽ ἐπιτετράφαται καὶ τόσσα μέμηλε:
νῦν δ᾽ ἐμέθεν ξύνες ὦκα : Διὸς δέ τοι ἄγγελός εἰμι,
ὃς σεῦ ἄνευθεν ἐὼν μέγα κήδεται ἠδ᾽ ἐλεαίρει:
65
θωρῆξαί σε κέλευσε κάρη κομόωντας Ἀχαιοὺς
πανσυδίῃ : νῦν γάρ κεν ἕλοις πόλιν εὐρυάγυιαν
Τρώων : οὐ γὰρ ἔτ᾽ ἀμφὶς Ὀλύμπια δώματ᾽ ἔχοντες
ἀθάνατοι φράζονται : ἐπέγναμψεν γὰρ ἅπαντας
Ἥρη λισσομένη , Τρώεσσι δὲ κήδε᾽ ἐφῆπται
70
ἐκ Διός : ἀλλὰ σὺ σῇσιν ἔχε φρεσίν : ὣς μὲν εἰπὼν
ᾤχετ᾽ ἀποπτάμενος , ἐμὲ δὲ γλυκὺς ὕπνος ἀνῆκεν.
ἀλλ᾽ ἄγετ᾽ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν:
πρῶτα δ᾽ ἐγὼν ἔπεσιν πειρήσομαι , θέμις ἐστί,
καὶ φεύγειν σὺν νηυσὶ πολυκλήϊσι κελεύσω:
75
ὑμεῖς δ᾽ ἄλλοθεν ἄλλος ἐρητύειν ἐπέεσσιν.
ἤτοι γ᾽ ὣς εἰπὼν κατ᾽ ἄρ᾽ ἕζετο , τοῖσι δ᾽ ἀνέστη
Νέστωρ , ὅς ῥα Πύλοιο ἄναξ ἦν ἠμαθόεντος,
σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
φίλοι Ἀργείων ἡγήτορες ἠδὲ μέδοντες
80
εἰ μέν τις τὸν ὄνειρον Ἀχαιῶν ἄλλος ἔνισπε
ψεῦδός κεν φαῖμεν καὶ νοσφιζοίμεθα μᾶλλον:
νῦν δ᾽ ἴδεν ὃς μέγ᾽ ἄριστος Ἀχαιῶν εὔχεται εἶναι:
ἀλλ᾽ ἄγετ᾽ αἴ κέν πως θωρήξομεν υἷας Ἀχαιῶν.
ὣς ἄρα φωνήσας βουλῆς ἐξῆρχε νέεσθαι,
85
οἳ δ᾽ ἐπανέστησαν πείθοντό τε ποιμένι λαῶν
σκηπτοῦχοι βασιλῆες : ἐπεσσεύοντο δὲ λαοί.
ἠΰτε ἔθνεα εἶσι μελισσάων ἁδινάων
πέτρης ἐκ γλαφυρῆς αἰεὶ νέον ἐρχομενάων,
βοτρυδὸν δὲ πέτονται ἐπ᾽ ἄνθεσιν εἰαρινοῖσιν:
90
αἳ μέν τ᾽ ἔνθα ἅλις πεποτήαται , αἳ δέ τε ἔνθα: