Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὣς τῶν ἔθνεα πολλὰ νεῶν ἄπο καὶ κλισιάων
ἠϊόνος προπάροιθε βαθείης ἐστιχόωντο
ἰλαδὸν εἰς ἀγορήν : μετὰ δέ σφισιν ὄσσα δεδήει
ὀτρύνουσ᾽ ἰέναι Διὸς ἄγγελος : οἳ δ᾽ ἀγέροντο.
95
τετρήχει δ᾽ ἀγορή , ὑπὸ δὲ στεναχίζετο γαῖα
λαῶν ἱζόντων , ὅμαδος δ᾽ ἦν : ἐννέα δέ σφεας
κήρυκες βοόωντες ἐρήτυον , εἴ ποτ᾽ ἀϋτῆς
σχοίατ᾽ , ἀκούσειαν δὲ διοτρεφέων βασιλήων.
σπουδῇ δ᾽ ἕζετο λαός , ἐρήτυθεν δὲ καθ᾽ ἕδρας
100
παυσάμενοι κλαγγῆς : ἀνὰ δὲ κρείων Ἀγαμέμνων
ἔστη σκῆπτρον ἔχων τὸ μὲν Ἥφαιστος κάμε τεύχων.
Ἥφαιστος μὲν δῶκε Διὶ Κρονίωνι ἄνακτι,
αὐτὰρ ἄρα Ζεὺς δῶκε διακτόρῳ ἀργεϊφόντῃ:
Ἑρμείας δὲ ἄναξ δῶκεν Πέλοπι πληξίππῳ,
105
αὐτὰρ αὖτε Πέλοψ δῶκ᾽ Ἀτρέϊ ποιμένι λαῶν,
Ἀτρεὺς δὲ θνῄσκων ἔλιπεν πολύαρνι Θυέστῃ,
αὐτὰρ αὖτε Θυέστ᾽ Ἀγαμέμνονι λεῖπε φορῆναι,
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
τῷ γ᾽ ἐρεισάμενος ἔπε᾽ Ἀργείοισι μετηύδα:
110
φίλοι ἥρωες Δαναοὶ θεράποντες Ἄρηος
Ζεύς με μέγα Κρονίδης ἄτῃ ἐνέδησε βαρείῃ,
σχέτλιος , ὃς πρὶν μέν μοι ὑπέσχετο καὶ κατένευσεν
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι,
νῦν δὲ κακὴν ἀπάτην βουλεύσατο , καί με κελεύει
115
δυσκλέα Ἄργος ἱκέσθαι , ἐπεὶ πολὺν ὤλεσα λαόν.
οὕτω που Διὶ μέλλει ὑπερμενέϊ φίλον εἶναι,
ὃς δὴ πολλάων πολίων κατέλυσε κάρηνα
ἠδ᾽ ἔτι καὶ λύσει : τοῦ γὰρ κράτος ἐστὶ μέγιστον.
αἰσχρὸν γὰρ τόδε γ᾽ ἐστὶ καὶ ἐσσομένοισι πυθέσθαι
120
μὰψ οὕτω τοιόνδε τοσόνδε τε λαὸν Ἀχαιῶν