Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
μηδὲ ἔα νῆας ἅλα δ᾽ ἑλκέμεν ἀμφιελίσσας.
ὣς φάθ᾽ , δὲ ξυνέηκε θεᾶς ὄπα φωνησάσης,
βῆ δὲ θέειν , ἀπὸ δὲ χλαῖναν βάλε : τὴν δὲ κόμισσε
κῆρυξ Εὐρυβάτης Ἰθακήσιος ὅς οἱ ὀπήδει:
185
αὐτὸς δ᾽ Ἀτρεΐδεω Ἀγαμέμνονος ἀντίος ἐλθὼν
δέξατό οἱ σκῆπτρον πατρώϊον ἄφθιτον αἰεί:
σὺν τῷ ἔβη κατὰ νῆας Ἀχαιῶν χαλκοχιτώνων.
ὅν τινα μὲν βασιλῆα καὶ ἔξοχον ἄνδρα κιχείη
τὸν δ᾽ ἀγανοῖς ἐπέεσσιν ἐρητύσασκε παραστάς:
190
δαιμόνι᾽ οὔ σε ἔοικε κακὸν ὣς δειδίσσεσθαι,
ἀλλ᾽ αὐτός τε κάθησο καὶ ἄλλους ἵδρυε λαούς:
οὐ γάρ πω σάφα οἶσθ᾽ οἷος νόος Ἀτρεΐωνος:
νῦν μὲν πειρᾶται , τάχα δ᾽ ἴψεται υἷας Ἀχαιῶν.
ἐν βουλῇ δ᾽ οὐ πάντες ἀκούσαμεν οἷον ἔειπε.
195
μή τι χολωσάμενος ῥέξῃ κακὸν υἷας Ἀχαιῶν:
θυμὸς δὲ μέγας ἐστὶ διοτρεφέων βασιλήων,
τιμὴ δ᾽ ἐκ Διός ἐστι , φιλεῖ δέ μητίετα Ζεύς.
ὃν δ᾽ αὖ δήμου τ᾽ ἄνδρα ἴδοι βοόωντά τ᾽ ἐφεύροι,
τὸν σκήπτρῳ ἐλάσασκεν ὁμοκλήσασκέ τε μύθῳ:
200
δαιμόνι᾽ ἀτρέμας ἧσο καὶ ἄλλων μῦθον ἄκουε,
οἳ σέο φέρτεροί εἰσι , σὺ δ᾽ ἀπτόλεμος καὶ ἄναλκις
οὔτέ ποτ᾽ ἐν πολέμῳ ἐναρίθμιος οὔτ᾽ ἐνὶ βουλῇ:
οὐ μέν πως πάντες βασιλεύσομεν ἐνθάδ᾽ Ἀχαιοί:
οὐκ ἀγαθὸν πολυκοιρανίη : εἷς κοίρανος ἔστω,
205
εἷς βασιλεύς , δῶκε Κρόνου πάϊς ἀγκυλομήτεω
σκῆπτρόν τ᾽ ἠδὲ θέμιστας , ἵνά σφισι βουλεύῃσι.
ὣς γε κοιρανέων δίεπε στρατόν : οἳ δ᾽ ἀγορὴν δὲ
αὖτις ἐπεσσεύοντο νεῶν ἄπο καὶ κλισιάων
ἠχῇ , ὡς ὅτε κῦμα πολυφλοίσβοιο θαλάσσης
210
αἰγιαλῷ μεγάλῳ βρέμεται , σμαραγεῖ δέ τε πόντος.