Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἄλλοι μέν ῥ᾽ ἕζοντο , ἐρήτυθεν δὲ καθ᾽ ἕδρας:
Θερσίτης δ᾽ ἔτι μοῦνος ἀμετροεπὴς ἐκολῴα,
ὃς ἔπεα φρεσὶν ᾗσιν ἄκοσμά τε πολλά τε ᾔδη
μάψ , ἀτὰρ οὐ κατὰ κόσμον , ἐριζέμεναι βασιλεῦσιν,
215
ἀλλ᾽ τι οἱ εἴσαιτο γελοίϊον Ἀργείοισιν
ἔμμεναι : αἴσχιστος δὲ ἀνὴρ ὑπὸ Ἴλιον ἦλθε:
φολκὸς ἔην , χωλὸς δ᾽ ἕτερον πόδα : τὼ δέ οἱ ὤμω
κυρτὼ ἐπὶ στῆθος συνοχωκότε : αὐτὰρ ὕπερθε
φοξὸς ἔην κεφαλήν , ψεδνὴ δ᾽ ἐπενήνοθε λάχνη.
220
ἔχθιστος δ᾽ Ἀχιλῆϊ μάλιστ᾽ ἦν ἠδ᾽ Ὀδυσῆϊ:
τὼ γὰρ νεικείεσκε : τότ᾽ αὖτ᾽ Ἀγαμέμνονι δίῳ
ὀξέα κεκλήγων λέγ᾽ ὀνείδεα : τῷ δ᾽ ἄρ᾽ Ἀχαιοὶ
ἐκπάγλως κοτέοντο νεμέσσηθέν τ᾽ ἐνὶ θυμῷ.
αὐτὰρ μακρὰ βοῶν Ἀγαμέμνονα νείκεε μύθῳ:
225
Ἀτρεΐδη τέο δ᾽ αὖτ᾽ ἐπιμέμφεαι ἠδὲ χατίζεις;
πλεῖαί τοι χαλκοῦ κλισίαι , πολλαὶ δὲ γυναῖκες
εἰσὶν ἐνὶ κλισίῃς ἐξαίρετοι , ἅς τοι Ἀχαιοὶ
πρωτίστῳ δίδομεν εὖτ᾽ ἂν πτολίεθρον ἕλωμεν.
ἔτι καὶ χρυσοῦ ἐπιδεύεαι , ὅν κέ τις οἴσει
230
Τρώων ἱπποδάμων ἐξ Ἰλίου υἷος ἄποινα,
ὅν κεν ἐγὼ δήσας ἀγάγω ἄλλος Ἀχαιῶν,
ἠὲ γυναῖκα νέην , ἵνα μίσγεαι ἐν φιλότητι,
ἥν τ᾽ αὐτὸς ἀπονόσφι κατίσχεαι ; οὐ μὲν ἔοικεν
ἀρχὸν ἐόντα κακῶν ἐπιβασκέμεν υἷας Ἀχαιῶν.
235
πέπονες κάκ᾽ ἐλέγχε᾽ Ἀχαιΐδες οὐκέτ᾽ Ἀχαιοὶ
οἴκαδέ περ σὺν νηυσὶ νεώμεθα , τόνδε δ᾽ ἐῶμεν
αὐτοῦ ἐνὶ Τροίῃ γέρα πεσσέμεν , ὄφρα ἴδηται
ῥά τί οἱ χἠμεῖς προσαμύνομεν ἦε καὶ οὐκί:
ὃς καὶ νῦν Ἀχιλῆα ἕο μέγ᾽ ἀμείνονα φῶτα
240
ἠτίμησεν : ἑλὼν γὰρ ἔχει γέρας αὐτὸς ἀπούρας.