Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὧδε δέ τις εἴπεσκεν ἰδὼν ἐς πλησίον ἄλλον:
πόποι δὴ μυρί᾽ Ὀδυσσεὺς ἐσθλὰ ἔοργε
βουλάς τ᾽ ἐξάρχων ἀγαθὰς πόλεμόν τε κορύσσων:
νῦν δὲ τόδε μέγ᾽ ἄριστον ἐν Ἀργείοισιν ἔρεξεν,
275
ὃς τὸν λωβητῆρα ἐπεσβόλον ἔσχ᾽ ἀγοράων.
οὔ θήν μιν πάλιν αὖτις ἀνήσει θυμὸς ἀγήνωρ
νεικείειν βασιλῆας ὀνειδείοις ἐπέεσσιν.
ὣς φάσαν πληθύς : ἀνὰ δ᾽ πτολίπορθος Ὀδυσσεὺς
ἔστη σκῆπτρον ἔχων : παρὰ δὲ γλαυκῶπις Ἀθήνη
280
εἰδομένη κήρυκι σιωπᾶν λαὸν ἀνώγει,
ὡς ἅμα θ᾽ οἳ πρῶτοί τε καὶ ὕστατοι υἷες Ἀχαιῶν
μῦθον ἀκούσειαν καὶ ἐπιφρασσαίατο βουλήν:
σφιν ἐὺ φρονέων ἀγορήσατο καὶ μετέειπεν:
Ἀτρεΐδη νῦν δή σε ἄναξ ἐθέλουσιν Ἀχαιοὶ
285
πᾶσιν ἐλέγχιστον θέμεναι μερόπεσσι βροτοῖσιν,
οὐδέ τοι ἐκτελέουσιν ὑπόσχεσιν ἥν περ ὑπέσταν
ἐνθάδ᾽ ἔτι στείχοντες ἀπ᾽ Ἄργεος ἱπποβότοιο
Ἴλιον ἐκπέρσαντ᾽ εὐτείχεον ἀπονέεσθαι.
ὥς τε γὰρ παῖδες νεαροὶ χῆραί τε γυναῖκες
290
ἀλλήλοισιν ὀδύρονται οἶκον δὲ νέεσθαι.
μὴν καὶ πόνος ἐστὶν ἀνιηθέντα νέεσθαι:
καὶ γάρ τίς θ᾽ ἕνα μῆνα μένων ἀπὸ ἧς ἀλόχοιο
ἀσχαλάᾳ σὺν νηῒ πολυζύγῳ , ὅν περ ἄελλαι
χειμέριαι εἰλέωσιν ὀρινομένη τε θάλασσα:
295
ἡμῖν δ᾽ εἴνατός ἐστι περιτροπέων ἐνιαυτὸς
ἐνθάδε μιμνόντεσσι : τὼ οὐ νεμεσίζομ᾽ Ἀχαιοὺς
ἀσχαλάαν παρὰ νηυσὶ κορωνίσιν : ἀλλὰ καὶ ἔμπης
αἰσχρόν τοι δηρόν τε μένειν κενεόν τε νέεσθαι.
τλῆτε φίλοι , καὶ μείνατ᾽ ἐπὶ χρόνον ὄφρα δαῶμεν
300
ἐτεὸν Κάλχας μαντεύεται ἦε καὶ οὐκί.