Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀλλ᾽ ἄγε μίμνετε πάντες ἐϋκνήμιδες Ἀχαιοὶ
αὐτοῦ εἰς κεν ἄστυ μέγα Πριάμοιο ἕλωμεν.
ὣς ἔφατ᾽ , Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον , ἀμφὶ δὲ νῆες
σμερδαλέον κονάβησαν ἀϋσάντων ὑπ᾽ Ἀχαιῶν,
335
μῦθον ἐπαινήσαντες Ὀδυσσῆος θείοιο:
τοῖσι δὲ καὶ μετέειπε Γερήνιος ἱππότα Νέστωρ:
πόποι δὴ παισὶν ἐοικότες ἀγοράασθε
νηπιάχοις οἷς οὔ τι μέλει πολεμήϊα ἔργα.
πῇ δὴ συνθεσίαι τε καὶ ὅρκια βήσεται ἥμιν;
340
ἐν πυρὶ δὴ βουλαί τε γενοίατο μήδεά τ᾽ ἀνδρῶν
σπονδαί τ᾽ ἄκρητοι καὶ δεξιαί , ᾗς ἐπέπιθμεν:
αὔτως γὰρ ἐπέεσσ᾽ ἐριδαίνομεν , οὐδέ τι μῆχος
εὑρέμεναι δυνάμεσθα , πολὺν χρόνον ἐνθάδ᾽ ἐόντες.
Ἀτρεΐδη σὺ δ᾽ ἔθ᾽ ὡς πρὶν ἔχων ἀστεμφέα βουλὴν
345
ἄρχευ᾽ Ἀργείοισι κατὰ κρατερὰς ὑσμίνας,
τούσδε δ᾽ ἔα φθινύθειν ἕνα καὶ δύο , τοί κεν Ἀχαιῶν
νόσφιν βουλεύωσ᾽ : ἄνυσις δ᾽ οὐκ ἔσσεται αὐτῶν:
πρὶν Ἄργος δ᾽ ἰέναι πρὶν καὶ Διὸς αἰγιόχοιο
γνώμεναι εἴ τε ψεῦδος ὑπόσχεσις εἴ τε καὶ οὐκί.
350
φημὶ γὰρ οὖν κατανεῦσαι ὑπερμενέα Κρονίωνα
ἤματι τῷ ὅτε νηυσὶν ἐν ὠκυπόροισιν ἔβαινον
Ἀργεῖοι Τρώεσσι φόνον καὶ κῆρα φέροντες
ἀστράπτων ἐπιδέξι᾽ ἐναίσιμα σήματα φαίνων.
τὼ μή τις πρὶν ἐπειγέσθω οἶκον δὲ νέεσθαι
355
πρίν τινα πὰρ Τρώων ἀλόχῳ κατακοιμηθῆναι,
τίσασθαι δ᾽ Ἑλένης ὁρμήματά τε στοναχάς τε.
εἰ δέ τις ἐκπάγλως ἐθέλει οἶκον δὲ νέεσθαι
ἁπτέσθω ἧς νηὸς ἐϋσσέλμοιο μελαίνης,
ὄφρα πρόσθ᾽ ἄλλων θάνατον καὶ πότμον ἐπίσπῃ.
360
ἀλλὰ ἄναξ αὐτός τ᾽ εὖ μήδεο πείθεό τ᾽ ἄλλῳ: