Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
οὔ τοι ἀπόβλητον ἔπος ἔσσεται ὅττί κεν εἴπω:
κρῖν᾽ ἄνδρας κατὰ φῦλα κατὰ φρήτρας Ἀγάμεμνον,
ὡς φρήτρη φρήτρηφιν ἀρήγῃ , φῦλα δὲ φύλοις.
εἰ δέ κεν ὣς ἕρξῃς καί τοι πείθωνται Ἀχαιοί,
365
γνώσῃ ἔπειθ᾽ ὅς θ᾽ ἡγεμόνων κακὸς ὅς τέ νυ λαῶν
ἠδ᾽ ὅς κ᾽ ἐσθλὸς ἔῃσι : κατὰ σφέας γὰρ μαχέονται.
γνώσεαι δ᾽ εἰ καὶ θεσπεσίῃ πόλιν οὐκ ἀλαπάξεις,
ἀνδρῶν κακότητι καὶ ἀφραδίῃ πολέμοιο.
τὸν δ᾽ ἀπαμειβόμενος προσέφη κρείων Ἀγαμέμνων:
370
μὰν αὖτ᾽ ἀγορῇ νικᾷς γέρον υἷας Ἀχαιῶν.
αἲ γὰρ Ζεῦ τε πάτερ καὶ Ἀθηναίη καὶ Ἄπολλον
τοιοῦτοι δέκα μοι συμφράδμονες εἶεν Ἀχαιῶν:
τώ κε τάχ᾽ ἠμύσειε πόλις Πριάμοιο ἄνακτος
χερσὶν ὑφ᾽ ἡμετέρῃσιν ἁλοῦσά τε περθομένη τε.
375
ἀλλά μοι αἰγίοχος Κρονίδης Ζεὺς ἄλγε᾽ ἔδωκεν,
ὅς με μετ᾽ ἀπρήκτους ἔριδας καὶ νείκεα βάλλει.
καὶ γὰρ ἐγὼν Ἀχιλεύς τε μαχεσσάμεθ᾽ εἵνεκα κούρης
ἀντιβίοις ἐπέεσσιν , ἐγὼ δ᾽ ἦρχον χαλεπαίνων:
εἰ δέ ποτ᾽ ἔς γε μίαν βουλεύσομεν , οὐκέτ᾽ ἔπειτα
380
Τρωσὶν ἀνάβλησις κακοῦ ἔσσεται οὐδ᾽ ἠβαιόν.
νῦν δ᾽ ἔρχεσθ᾽ ἐπὶ δεῖπνον ἵνα ξυνάγωμεν Ἄρηα.
εὖ μέν τις δόρυ θηξάσθω , εὖ δ᾽ ἀσπίδα θέσθω,
εὖ δέ τις ἵπποισιν δεῖπνον δότω ὠκυπόδεσσιν,
εὖ δέ τις ἅρματος ἀμφὶς ἰδὼν πολέμοιο μεδέσθω,
385
ὥς κε πανημέριοι στυγερῷ κρινώμεθ᾽ Ἄρηϊ.
οὐ γὰρ παυσωλή γε μετέσσεται οὐδ᾽ ἠβαιὸν
εἰ μὴ νὺξ ἐλθοῦσα διακρινέει μένος ἀνδρῶν.
ἱδρώσει μέν τευ τελαμὼν ἀμφὶ στήθεσφιν
ἀσπίδος ἀμφιβρότης , περὶ δ᾽ ἔγχεϊ χεῖρα καμεῖται:
390
ἱδρώσει δέ τευ ἵππος ἐΰξοον ἅρμα τιταίνων.