Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ὃν δέ κ᾽ ἐγὼν ἀπάνευθε μάχης ἐθέλοντα νοήσω
μιμνάζειν παρὰ νηυσὶ κορωνίσιν , οὔ οἱ ἔπειτα
ἄρκιον ἐσσεῖται φυγέειν κύνας ἠδ᾽ οἰωνούς.
ὣς ἔφατ᾽ , Ἀργεῖοι δὲ μέγ᾽ ἴαχον ὡς ὅτε κῦμα
395
ἀκτῇ ἐφ᾽ ὑψηλῇ , ὅτε κινήσῃ Νότος ἐλθών,
προβλῆτι σκοπέλῳ : τὸν δ᾽ οὔ ποτε κύματα λείπει
παντοίων ἀνέμων , ὅτ᾽ ἂν ἔνθ᾽ ἔνθα γένωνται.
ἀνστάντες δ᾽ ὀρέοντο κεδασθέντες κατὰ νῆας,
κάπνισσάν τε κατὰ κλισίας , καὶ δεῖπνον ἕλοντο.
400
ἄλλος δ᾽ ἄλλῳ ἔρεζε θεῶν αἰειγενετάων
εὐχόμενος θάνατόν τε φυγεῖν καὶ μῶλον Ἄρηος.
αὐτὰρ βοῦν ἱέρευσε ἄναξ ἀνδρῶν Ἀγαμέμνων
πίονα πενταέτηρον ὑπερμενέϊ Κρονίωνι,
κίκλησκεν δὲ γέροντας ἀριστῆας Παναχαιῶν,
405
Νέστορα μὲν πρώτιστα καὶ Ἰδομενῆα ἄνακτα,
αὐτὰρ ἔπειτ᾽ Αἴαντε δύω καὶ Τυδέος υἱόν,
ἕκτον δ᾽ αὖτ᾽ Ὀδυσῆα Διὶ μῆτιν ἀτάλαντον.
αὐτόματος δέ οἱ ἦλθε βοὴν ἀγαθὸς Μενέλαος:
ᾔδεε γὰρ κατὰ θυμὸν ἀδελφεὸν ὡς ἐπονεῖτο.
410
βοῦν δὲ περιστήσαντο καὶ οὐλοχύτας ἀνέλοντο:
τοῖσιν δ᾽ εὐχόμενος μετέφη κρείων Ἀγαμέμνων:
Ζεῦ κύδιστε μέγιστε κελαινεφὲς αἰθέρι ναίων
μὴ πρὶν ἐπ᾽ ἠέλιον δῦναι καὶ ἐπὶ κνέφας ἐλθεῖν
πρίν με κατὰ πρηνὲς βαλέειν Πριάμοιο μέλαθρον
415
αἰθαλόεν , πρῆσαι δὲ πυρὸς δηΐοιο θύρετρα,
Ἑκτόρεον δὲ χιτῶνα περὶ στήθεσσι δαΐξαι
χαλκῷ ῥωγαλέον : πολέες δ᾽ ἀμφ᾽ αὐτὸν ἑταῖροι
πρηνέες ἐν κονίῃσιν ὀδὰξ λαζοίατο γαῖαν.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἄρα πώ οἱ ἐπεκραίαινε Κρονίων,
420
ἀλλ᾽ γε δέκτο μὲν ἱρά , πόνον δ᾽ ἀμέγαρτον ὄφελλεν.