Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
αὐτὰρ ἐπεί ῥ᾽ εὔξαντο καὶ οὐλοχύτας προβάλοντο,
αὐέρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειραν,
μηρούς τ᾽ ἐξέταμον κατά τε κνίσῃ ἐκάλυψαν
δίπτυχα ποιήσαντες , ἐπ᾽ αὐτῶν δ᾽ ὠμοθέτησαν.
425
καὶ τὰ μὲν ἂρ σχίζῃσιν ἀφύλλοισιν κατέκαιον,
σπλάγχνα δ᾽ ἄρ᾽ ἀμπείραντες ὑπείρεχον Ἡφαίστοιο.
αὐτὰρ ἐπεὶ κατὰ μῆρε κάη καὶ σπλάγχνα πάσαντο,
μίστυλλόν τ᾽ ἄρα τἆλλα καὶ ἀμφ᾽ ὀβελοῖσιν ἔπειραν,
ὤπτησάν τε περιφραδέως , ἐρύσαντό τε πάντα.
430
αὐτὰρ ἐπεὶ παύσαντο πόνου τετύκοντό τε δαῖτα
δαίνυντ᾽ , οὐδέ τι θυμὸς ἐδεύετο δαιτὸς ἐΐσης.
αὐτὰρ ἐπεὶ πόσιος καὶ ἐδητύος ἐξ ἔρον ἕντο,
τοῖς ἄρα μύθων ἦρχε Γερήνιος ἱππότα Νέστωρ:
Ἀτρεΐδη κύδιστε ἄναξ ἀνδρῶν Ἀγάμεμνον,
435
μηκέτι νῦν δήθ᾽ αὖθι λεγώμεθα , μηδ᾽ ἔτι δηρὸν
ἀμβαλλώμεθα ἔργον δὴ θεὸς ἐγγυαλίζει.
ἀλλ᾽ ἄγε κήρυκες μὲν Ἀχαιῶν χαλκοχιτώνων
λαὸν κηρύσσοντες ἀγειρόντων κατὰ νῆας,
ἡμεῖς δ᾽ ἀθρόοι ὧδε κατὰ στρατὸν εὐρὺν Ἀχαιῶν
440
ἴομεν ὄφρα κε θᾶσσον ἐγείρομεν ὀξὺν Ἄρηα.
ὣς ἔφατ᾽ , οὐδ᾽ ἀπίθησεν ἄναξ ἀνδρῶν Ἀγαμέμνων.
αὐτίκα κηρύκεσσι λιγυφθόγγοισι κέλευσε
κηρύσσειν πόλεμον δὲ κάρη κομόωντας Ἀχαιούς:
οἳ μὲν ἐκήρυσσον , τοὶ δ᾽ ἠγείροντο μάλ᾽ ὦκα.
445
οἳ δ᾽ ἀμφ᾽ Ἀτρεΐωνα διοτρεφέες βασιλῆες
θῦνον κρίνοντες , μετὰ δὲ γλαυκῶπις Ἀθήνη
αἰγίδ᾽ ἔχουσ᾽ ἐρίτιμον ἀγήρων ἀθανάτην τε,
τῆς ἑκατὸν θύσανοι παγχρύσεοι ἠερέθονται,
πάντες ἐϋπλεκέες , ἑκατόμβοιος δὲ ἕκαστος:
450
σὺν τῇ παιφάσσουσα διέσσυτο λαὸν Ἀχαιῶν