Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
κάρ ῥά οἱ ὀφθαλμῶν κέχυτ᾽ ἀχλύς : οὐδ᾽ ἄρ᾽ ἔτ᾽ ἔτλη
δηρὸν ἑκὰς στρωφᾶσθ᾽ , ἀλλ᾽ ἀντίος ἦλθ᾽ Ἀχιλῆϊ
ὀξὺ δόρυ κραδάων φλογὶ εἴκελος : αὐτὰρ Ἀχιλλεὺς
ὡς εἶδ᾽ , ὣς ἀνεπᾶλτο , καὶ εὐχόμενος ἔπος ηὔδα:
425
ἐγγὺς ἀνὴρ ὃς ἐμόν γε μάλιστ᾽ ἐσεμάσσατο θυμόν,
ὅς μοι ἑταῖρον ἔπεφνε τετιμένον : οὐδ᾽ ἂν ἔτι δὴν
ἀλλήλους πτώσσοιμεν ἀνὰ πτολέμοιο γεφύρας.
, καὶ ὑπόδρα ἰδὼν προσεφώνεεν Ἕκτορα δῖον:
ἆσσον ἴθ᾽ ὥς κεν θᾶσσον ὀλέθρου πείραθ᾽ ἵκηαι.
430
τὸν δ᾽ οὐ ταρβήσας προσέφη κορυθαίολος Ἕκτωρ:
Πηλεΐδη μὴ δὴ ἐπέεσσί με νηπύτιον ὣς
ἔλπεο δειδίξεσθαι , ἐπεὶ σάφα οἶδα καὶ αὐτὸς
ἠμὲν κερτομίας ἠδ᾽ αἴσυλα μυθήσασθαι.
οἶδα δ᾽ ὅτι σὺ μὲν ἐσθλός , ἐγὼ δὲ σέθεν πολὺ χείρων.
435
ἀλλ᾽ ἤτοι μὲν ταῦτα θεῶν ἐν γούνασι κεῖται,
αἴ κέ σε χειρότερός περ ἐὼν ἀπὸ θυμὸν ἕλωμαι
δουρὶ βαλών , ἐπεὶ καὶ ἐμὸν βέλος ὀξὺ πάροιθεν.
ῥα , καὶ ἀμπεπαλὼν προΐει δόρυ , καὶ τό γ᾽ Ἀθήνη
πνοιῇ Ἀχιλλῆος πάλιν ἔτραπε κυδαλίμοιο
440
ἦκα μάλα ψύξασα : τὸ δ᾽ ἂψ ἵκεθ᾽ Ἕκτορα δῖον,
αὐτοῦ δὲ προπάροιθε ποδῶν πέσεν . αὐτὰρ Ἀχιλλεὺς
ἐμμεμαὼς ἐπόρουσε κατακτάμεναι μενεαίνων,
σμερδαλέα ἰάχων : τὸν δ᾽ ἐξήρπαξεν Ἀπόλλων
ῥεῖα μάλ᾽ ὥς τε θεός , ἐκάλυψε δ᾽ ἄρ᾽ ἠέρι πολλῇ.
445
τρὶς μὲν ἔπειτ᾽ ἐπόρουσε ποδάρκης δῖος Ἀχιλλεὺς
ἔγχεϊ χαλκείῳ , τρὶς δ᾽ ἠέρα τύψε βαθεῖαν.
ἀλλ᾽ ὅτε δὴ τὸ τέταρτον ἐπέσσυτο δαίμονι ἶσος,
δεινὰ δ᾽ ὁμοκλήσας ἔπεα πτερόεντα προσηύδα:
ἐξ αὖ νῦν ἔφυγες θάνατον κύον : τέ τοι ἄγχι
450
ἦλθε κακόν : νῦν αὖτέ σ᾽ ἐρύσατο Φοῖβος Ἀπόλλων,