Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
δυστήνων δέ τε παῖδες ἐμῷ μένει ἀντιόωσι.
τὸν δ᾽ αὖ Πηλεγόνος προσεφώνεε φαίδιμος υἱός:
Πηλεΐδη μεγάθυμε τί γενεὴν ἐρεείνεις;
εἴμ᾽ ἐκ Παιονίης ἐριβώλου τηλόθ᾽ ἐούσης
155
Παίονας ἄνδρας ἄγων δολιχεγχέας : ἥδε δέ μοι νῦν
ἠὼς ἑνδεκάτη ὅτε Ἴλιον εἰλήλουθα.
αὐτὰρ ἐμοὶ γενεὴ ἐξ Ἀξιοῦ εὐρὺ ῥέοντος
Ἀξιοῦ , ὃς κάλλιστον ὕδωρ ἐπὶ γαῖαν ἵησιν,
ὃς τέκε Πηλεγόνα κλυτὸν ἔγχεϊ : τὸν δ᾽ ἐμέ φασι
160
γείνασθαι : νῦν αὖτε μαχώμεθα φαίδιμ᾽ Ἀχιλλεῦ.
ὣς φάτ᾽ ἀπειλήσας , δ᾽ ἀνέσχετο δῖος Ἀχιλλεὺς
Πηλιάδα μελίην : δ᾽ ἁμαρτῇ δούρασιν ἀμφὶς
ἥρως Ἀστεροπαῖος , ἐπεὶ περιδέξιος ἦεν.
καί ῥ᾽ ἑτέρῳ μὲν δουρὶ σάκος βάλεν , οὐδὲ διὰ πρὸ
165
ῥῆξε σάκος : χρυσὸς γὰρ ἐρύκακε δῶρα θεοῖο:
τῷ δ᾽ ἑτέρῳ μιν πῆχυν ἐπιγράβδην βάλε χειρὸς
δεξιτερῆς , σύτο δ᾽ αἷμα κελαινεφές : δ᾽ ὑπὲρ αὐτοῦ
γαίῃ ἐνεστήρικτο λιλαιομένη χροὸς ἆσαι.
δεύτερος αὖτ᾽ Ἀχιλεὺς μελίην ἰθυπτίωνα
170
Ἀστεροπαίῳ ἐφῆκε κατακτάμεναι μενεαίνων.
καὶ τοῦ μέν ῥ᾽ ἀφάμαρτεν , δ᾽ ὑψηλὴν βάλεν ὄχθην,
μεσσοπαγὲς δ᾽ ἄρ᾽ ἔθηκε κατ᾽ ὄχθης μείλινον ἔγχος.
Πηλεΐδης δ᾽ ἄορ ὀξὺ ἐρυσσάμενος παρὰ μηροῦ
ἆλτ᾽ ἐπί οἱ μεμαώς : δ᾽ ἄρα μελίην Ἀχιλῆος
175
οὐ δύνατ᾽ ἐκ κρημνοῖο ἐρύσσαι χειρὶ παχείῃ.
τρὶς μέν μιν πελέμιξεν ἐρύσσασθαι μενεαίνων,
τρὶς δὲ μεθῆκε βίης : τὸ δὲ τέτρατον ἤθελε θυμῷ
ἆξαι ἐπιγνάμψας δόρυ μείλινον Αἰακίδαο,
ἀλλὰ πρὶν Ἀχιλεὺς σχεδὸν ἄορι θυμὸν ἀπηύρα.
180
γαστέρα γάρ μιν τύψε παρ᾽ ὀμφαλόν , ἐκ δ᾽ ἄρα πᾶσαι