Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
καί οἱ ἐπευχόμενος ἔπεα πτερόεντ᾽ ἀγόρευεν:
ἐνταυθοῖ νῦν κεῖσο μετ᾽ ἰχθύσιν , οἵ σ᾽ ὠτειλὴν
αἷμ᾽ ἀπολιχμήσονται ἀκηδέες : οὐδέ σε μήτηρ
ἐνθεμένη λεχέεσσι γοήσεται , ἀλλὰ Σκάμανδρος
125
οἴσει δινήεις εἴσω ἁλὸς εὐρέα κόλπον:
θρῴσκων τις κατὰ κῦμα μέλαιναν φρῖχ᾽ ὑπαΐξει
ἰχθύς , ὅς κε φάγῃσι Λυκάονος ἀργέτα δημόν.
φθείρεσθ᾽ εἰς κεν ἄστυ κιχείομεν Ἰλίου ἱρῆς
ὑμεῖς μὲν φεύγοντες , ἐγὼ δ᾽ ὄπιθεν κεραΐζων.
130
οὐδ᾽ ὑμῖν ποταμός περ ἐΰρροος ἀργυροδίνης
ἀρκέσει , δὴ δηθὰ πολέας ἱερεύετε ταύρους,
ζωοὺς δ᾽ ἐν δίνῃσι καθίετε μώνυχας ἵππους.
ἀλλὰ καὶ ὧς ὀλέεσθε κακὸν μόρον , εἰς κε πάντες
τίσετε Πατρόκλοιο φόνον καὶ λοιγὸν Ἀχαιῶν,
135
οὓς ἐπὶ νηυσὶ θοῇσιν ἐπέφνετε νόσφιν ἐμεῖο.
ὣς ἄρ᾽ ἔφη , ποταμὸς δὲ χολώσατο κηρόθι μᾶλλον,
ὅρμηνεν δ᾽ ἀνὰ θυμὸν ὅπως παύσειε πόνοιο
δῖον Ἀχιλλῆα , Τρώεσσι δὲ λοιγὸν ἀλάλκοι.
τόφρα δὲ Πηλέος υἱὸς ἔχων δολιχόσκιον ἔγχος
140
Ἀστεροπαίῳ ἐπᾶλτο κατακτάμεναι μενεαίνων
υἱέϊ Πηλεγόνος : τὸν δ᾽ Ἀξιὸς εὐρυρέεθρος
γείνατο καὶ Περίβοια Ἀκεσσαμενοῖο θυγατρῶν
πρεσβυτάτη : τῇ γάρ ῥα μίγη ποταμὸς βαθυδίνης.
τῷ ῥ᾽ Ἀχιλεὺς ἐπόρουσεν , δ᾽ ἀντίος ἐκ ποταμοῖο
145
ἔστη ἔχων δύο δοῦρε : μένος δέ οἱ ἐν φρεσὶ θῆκε
Ξάνθος , ἐπεὶ κεχόλωτο δαϊκταμένων αἰζηῶν,
τοὺς Ἀχιλεὺς ἐδάϊζε κατὰ ῥόον οὐδ᾽ ἐλέαιρεν.
οἳ δ᾽ ὅτε δὴ σχεδὸν ἦσαν ἐπ᾽ ἀλλήλοισιν ἰόντες,
τὸν πρότερος προσέειπε ποδάρκης δῖος Ἀχιλλεύς:
150
τίς πόθεν εἰς ἀνδρῶν μευ ἔτλης ἀντίος ἐλθεῖν;