Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
ἀντίθεον Πολύδωρον , ἐπεὶ βάλες ὀξέϊ δουρί:
νῦν δὲ δὴ ἐνθάδ᾽ ἐμοὶ κακὸν ἔσσεται : οὐ γὰρ ὀΐω
σὰς χεῖρας φεύξεσθαι , ἐπεί ῥ᾽ ἐπέλασσέ γε δαίμων.
ἄλλο δέ τοι ἐρέω , σὺ δ᾽ ἐνὶ φρεσὶ βάλλεο σῇσι:
95
μή με κτεῖν᾽ , ἐπεὶ οὐχ ὁμογάστριος Ἕκτορός εἰμι,
ὅς τοι ἑταῖρον ἔπεφνεν ἐνηέα τε κρατερόν τε.
ὣς ἄρα μιν Πριάμοιο προσηύδα φαίδιμος υἱὸς
λισσόμενος ἐπέεσσιν , ἀμείλικτον δ᾽ ὄπ᾽ ἄκουσε:
νήπιε μή μοι ἄποινα πιφαύσκεο μηδ᾽ ἀγόρευε:
100
πρὶν μὲν γὰρ Πάτροκλον ἐπισπεῖν αἴσιμον ἦμαρ
τόφρά τί μοι πεφιδέσθαι ἐνὶ φρεσὶ φίλτερον ἦεν
Τρώων , καὶ πολλοὺς ζωοὺς ἕλον ἠδ᾽ ἐπέρασσα:
νῦν δ᾽ οὐκ ἔσθ᾽ ὅς τις θάνατον φύγῃ ὅν κε θεός γε
Ἰλίου προπάροιθεν ἐμῇς ἐν χερσὶ βάλῃσι
105
καὶ πάντων Τρώων , περὶ δ᾽ αὖ Πριάμοιό γε παίδων.
ἀλλὰ φίλος θάνε καὶ σύ : τί ὀλοφύρεαι οὕτως;
κάτθανε καὶ Πάτροκλος , περ σέο πολλὸν ἀμείνων.
οὐχ ὁράᾳς οἷος καὶ ἐγὼ καλός τε μέγας τε;
πατρὸς δ᾽ εἴμ᾽ ἀγαθοῖο , θεὰ δέ με γείνατο μήτηρ:
110
ἀλλ᾽ ἔπι τοι καὶ ἐμοὶ θάνατος καὶ μοῖρα κραταιή:
ἔσσεται ἠὼς δείλη μέσον ἦμαρ
ὁππότε τις καὶ ἐμεῖο Ἄρῃ ἐκ θυμὸν ἕληται
γε δουρὶ βαλὼν ἀπὸ νευρῆφιν ὀϊστῷ.
ὣς φάτο , τοῦ δ᾽ αὐτοῦ λύτο γούνατα καὶ φίλον ἦτορ:
115
ἔγχος μέν ῥ᾽ ἀφέηκεν , δ᾽ ἕζετο χεῖρε πετάσσας
ἀμφοτέρας : Ἀχιλεὺς δὲ ἐρυσσάμενος ξίφος ὀξὺ
τύψε κατὰ κληῗδα παρ᾽ αὐχένα , πᾶν δέ οἱ εἴσω
δῦ ξίφος ἄμφηκες : δ᾽ ἄρα πρηνὴς ἐπὶ γαίῃ
κεῖτο ταθείς , ἐκ δ᾽ αἷμα μέλαν ῥέε , δεῦε δὲ γαῖαν.
120
τὸν δ᾽ Ἀχιλεὺς ποταμὸν δὲ λαβὼν ποδὸς ἧκε φέρεσθαι,