Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
γεύσεται , ὄφρα ἴδωμαι ἐνὶ φρεσὶν ἠδὲ δαείω
ἄρ᾽ ὁμῶς καὶ κεῖθεν ἐλεύσεται , μιν ἐρύξει
γῆ φυσίζοος , τε κατὰ κρατερόν περ ἐρύκει.
ὣς ὅρμαινε μένων : δέ οἱ σχεδὸν ἦλθε τεθηπὼς
65
γούνων ἅψασθαι μεμαώς , περὶ δ᾽ ἤθελε θυμῷ
ἐκφυγέειν θάνατόν τε κακὸν καὶ κῆρα μέλαιναν.
ἤτοι μὲν δόρυ μακρὸν ἀνέσχετο δῖος Ἀχιλλεὺς
οὐτάμεναι μεμαώς , δ᾽ ὑπέδραμε καὶ λάβε γούνων
κύψας : ἐγχείη δ᾽ ἄρ᾽ ὑπὲρ νώτου ἐνὶ γαίῃ
70
ἔστη ἱεμένη χροὸς ἄμεναι ἀνδρομέοιο.
αὐτὰρ τῇ ἑτέρῃ μὲν ἑλὼν ἐλλίσσετο γούνων,
τῇ δ᾽ ἑτέρῃ ἔχεν ἔγχος ἀκαχμένον οὐδὲ μεθίει:
καί μιν φωνήσας ἔπεα πτερόεντα προσηύδα:
γουνοῦμαι σ᾽ Ἀχιλεῦ : σὺ δέ μ᾽ αἴδεο καί μ᾽ ἐλέησον:
75
ἀντί τοί εἰμ᾽ ἱκέταο διοτρεφὲς αἰδοίοιο:
πὰρ γὰρ σοὶ πρώτῳ πασάμην Δημήτερος ἀκτὴν
ἤματι τῷ ὅτε μ᾽ εἷλες ἐϋκτιμένῃ ἐν ἀλωῇ,
καί μ᾽ ἐπέρασσας ἄνευθεν ἄγων πατρός τε φίλων τε
Λῆμνον ἐς ἠγαθέην , ἑκατόμβοιον δέ τοι ἦλφον.
80
νῦν δὲ λύμην τρὶς τόσσα πορών : ἠὼς δέ μοί ἐστιν
ἥδε δυωδεκάτη , ὅτ᾽ ἐς Ἴλιον εἰλήλουθα
πολλὰ παθών : νῦν αὖ με τεῇς ἐν χερσὶν ἔθηκε
μοῖρ᾽ ὀλοή : μέλλω που ἀπεχθέσθαι Διὶ πατρί,
ὅς με σοὶ αὖτις δῶκε : μινυνθάδιον δέ με μήτηρ
85
γείνατο Λαοθόη θυγάτηρ Ἄλταο γέροντος
Ἄλτεω , ὃς Λελέγεσσι φιλοπτολέμοισιν ἀνάσσει
Πήδασον αἰπήεσσαν ἔχων ἐπὶ Σατνιόεντι.
τοῦ δ᾽ ἔχε θυγατέρα Πρίαμος , πολλὰς δὲ καὶ ἄλλας:
τῆς δὲ δύω γενόμεσθα , σὺ δ᾽ ἄμφω δειροτομήσεις,
90
ἤτοι τὸν πρώτοισι μετὰ πρυλέεσσι δάμασσας