Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
τοὺς αὐτοὶ φορέεσκον ἐπὶ στρεπτοῖσι χιτῶσι,
δῶκε δ᾽ ἑταίροισιν κατάγειν κοίλας ἐπὶ νῆας.
αὐτὰρ ἂψ ἐπόρουσε δαϊζέμεναι μενεαίνων.
ἔνθ᾽ υἷι Πριάμοιο συνήντετο Δαρδανίδαο
35
ἐκ ποταμοῦ φεύγοντι Λυκάονι , τόν ῥά ποτ᾽ αὐτὸς
ἦγε λαβὼν ἐκ πατρὸς ἀλωῆς οὐκ ἐθέλοντα
ἐννύχιος προμολών : δ᾽ ἐρινεὸν ὀξέϊ χαλκῷ
τάμνε νέους ὄρπηκας , ἵν᾽ ἅρματος ἄντυγες εἶεν:
τῷ δ᾽ ἄρ᾽ ἀνώϊστον κακὸν ἤλυθε δῖος Ἀχιλλεύς.
40
καὶ τότε μέν μιν Λῆμνον ἐϋκτιμένην ἐπέρασσε
νηυσὶν ἄγων , ἀτὰρ υἱὸς Ἰήσονος ὦνον ἔδωκε:
κεῖθεν δὲ ξεῖνός μιν ἐλύσατο πολλὰ δ᾽ ἔδωκεν
Ἴμβριος Ἠετίων , πέμψεν δ᾽ ἐς δῖαν Ἀρίσβην:
ἔνθεν ὑπεκπροφυγὼν πατρώϊον ἵκετο δῶμα.
45
ἕνδεκα δ᾽ ἤματα θυμὸν ἐτέρπετο οἷσι φίλοισιν
ἐλθὼν ἐκ Λήμνοιο : δυωδεκάτῃ δέ μιν αὖτις
χερσὶν Ἀχιλλῆος θεὸς ἔμβαλεν , ὅς μιν ἔμελλε
πέμψειν εἰς Ἀΐδαο καὶ οὐκ ἐθέλοντα νέεσθαι.
τὸν δ᾽ ὡς οὖν ἐνόησε ποδάρκης δῖος Ἀχιλλεὺς
50
γυμνὸν ἄτερ κόρυθός τε καὶ ἀσπίδος , οὐδ᾽ ἔχεν ἔγχος,
ἀλλὰ τὰ μέν ῥ᾽ ἀπὸ πάντα χαμαὶ βάλε : τεῖρε γὰρ ἱδρὼς
φεύγοντ᾽ ἐκ ποταμοῦ , κάματος δ᾽ ὑπὸ γούνατ᾽ ἐδάμνα:
ὀχθήσας δ᾽ ἄρα εἶπε πρὸς ὃν μεγαλήτορα θυμόν:
πόποι μέγα θαῦμα τόδ᾽ ὀφθαλμοῖσιν ὁρῶμαι:
55
μάλα δὴ Τρῶες μεγαλήτορες οὕς περ ἔπεφνον
αὖτις ἀναστήσονται ὑπὸ ζόφου ἠερόεντος,
οἷον δὴ καὶ ὅδ᾽ ἦλθε φυγὼν ὕπο νηλεὲς ἦμαρ
Λῆμνον ἐς ἠγαθέην πεπερημένος : οὐδέ μιν ἔσχε
πόντος ἁλὸς πολιῆς , πολέας ἀέκοντας ἐρύκει.
60
ἀλλ᾽ ἄγε δὴ καὶ δουρὸς ἀκωκῆς ἡμετέροιο