Ἰλιάς, Alpheios version. Enhanced TEI with Syntax Diagrams
21
ἀλλ᾽ ὅτε δὴ πόρον ἷξον ἐϋρρεῖος ποταμοῖο
Ξάνθου δινήεντος , ὃν ἀθάνατος τέκετο Ζεύς,
ἔνθα διατμήξας τοὺς μὲν πεδίον δὲ δίωκε
πρὸς πόλιν , περ Ἀχαιοὶ ἀτυζόμενοι φοβέοντο
5
ἤματι τῷ προτέρῳ , ὅτε μαίνετο φαίδιμος Ἕκτωρ:
τῇ ῥ᾽ οἵ γε προχέοντο πεφυζότες , ἠέρα δ᾽ Ἥρη
πίτνα πρόσθε βαθεῖαν ἐρυκέμεν : ἡμίσεες δὲ
ἐς ποταμὸν εἰλεῦντο βαθύρροον ἀργυροδίνην,
ἐν δ᾽ ἔπεσον μεγάλῳ πατάγῳ , βράχε δ᾽ αἰπὰ ῥέεθρα,
10
ὄχθαι δ᾽ ἀμφὶ περὶ μεγάλ᾽ ἴαχον : οἳ δ᾽ ἀλαλητῷ
ἔννεον ἔνθα καὶ ἔνθα ἑλισσόμενοι περὶ δίνας.
ὡς δ᾽ ὅθ᾽ ὑπὸ ῥιπῆς πυρὸς ἀκρίδες ἠερέθονται
φευγέμεναι ποταμὸν δέ : τὸ δὲ φλέγει ἀκάματον πῦρ
ὄρμενον ἐξαίφνης , ταὶ δὲ πτώσσουσι καθ᾽ ὕδωρ:
15
ὣς ὑπ᾽ Ἀχιλλῆος Ξάνθου βαθυδινήεντος
πλῆτο ῥόος κελάδων ἐπιμὶξ ἵππων τε καὶ ἀνδρῶν.
αὐτὰρ διογενὴς δόρυ μὲν λίπεν αὐτοῦ ἐπ᾽ ὄχθῃ
κεκλιμένον μυρίκῃσιν , δ᾽ ἔσθορε δαίμονι ἶσος
φάσγανον οἶον ἔχων , κακὰ δὲ φρεσὶ μήδετο ἔργα,
20
τύπτε δ᾽ ἐπιστροφάδην : τῶν δὲ στόνος ὄρνυτ᾽ ἀεικὴς
ἄορι θεινομένων , ἐρυθαίνετο δ᾽ αἵματι ὕδωρ.
ὡς δ᾽ ὑπὸ δελφῖνος μεγακήτεος ἰχθύες ἄλλοι
φεύγοντες πιμπλᾶσι μυχοὺς λιμένος εὐόρμου
δειδιότες : μάλα γάρ τε κατεσθίει ὅν κε λάβῃσιν:
25
ὣς Τρῶες ποταμοῖο κατὰ δεινοῖο ῥέεθρα
πτῶσσον ὑπὸ κρημνούς . δ᾽ ἐπεὶ κάμε χεῖρας ἐναίρων,
ζωοὺς ἐκ ποταμοῖο δυώδεκα λέξατο κούρους
ποινὴν Πατρόκλοιο Μενοιτιάδαο θανόντος:
τοὺς ἐξῆγε θύραζε τεθηπότας ἠΰτε νεβρούς,
30
δῆσε δ᾽ ὀπίσσω χεῖρας ἐϋτμήτοισιν ἱμᾶσι,